Thursday, March 26, 2009

Xenophon Memorabilia Book I

1.

πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει. ἡ μὲν γὰρ γραφὴ κατ᾽ αὐτοῦ τοιάδε τις ἦν: ἀδικεῖ Σωκράτης οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων: ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων. [2]

πρῶτον μὲν οὖν, ὡς οὐκ ἐνόμιζεν οὓς ἡ πόλις νομίζει θεούς, ποίῳ ποτ᾽ ἐχρήσαντο τεκμηρίῳ; θύων τε γὰρ φανερὸς ἦν πολλάκις μὲν οἴκοι, πολλάκις δὲ ἐπὶ τῶν κοινῶν τῆς πόλεως βωμῶν, καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν. διετεθρύλητο γὰρ ὡς φαίη Σωκράτης τὸ δαιμόνιον ἑαυτῷ σημαίνειν: ὅθεν δὴ καὶ μάλιστά μοι δοκοῦσιν αὐτὸν αἰτιάσασθαι καινὰ δαιμόνια εἰσφέρειν. [3] ὁ δ᾽ οὐδὲν καινότερον εἰσέφερε τῶν ἄλλων, ὅσοι μαντικὴν νομίζοντες οἰωνοῖς τε χρῶνται καὶ φήμαις καὶ συμβόλοις καὶ θυσίαις. οὗτοί τε γὰρ ὑπολαμβάνουσιν οὐ τοὺς ὄρνιθας οὐδὲ τοὺς ἀπαντῶντας εἰδέναι τὰ συμφέροντα τοῖς μαντευομένοις, ἀλλὰ τοὺς θεοὺς διὰ τούτων αὐτὰ σημαίνειν, κἀκεῖνος δὲ οὕτως ἐνόμιζεν. [4] ἀλλ᾽ οἱ μὲν πλεῖστοί φασιν ὑπό τε τῶν ὀρνίθων καὶ τῶν ἀπαντώντων ἀποτρέπεσθαί τε καὶ προτρέπεσθαι: Σωκράτης δ᾽ ὥσπερ ἐγίγνωσκεν, οὕτως ἔλεγε: τὸ δαιμόνιον γὰρ ἔφη σημαίνειν. καὶ πολλοῖς τῶν συνόντων προηγόρευε τὰ μὲν ποιεῖν, τὰ δὲ μὴ ποιεῖν, ὡς τοῦ δαιμονίου προσημαίνοντος: καὶ τοῖς μὲν πειθομένοις αὐτῷ συνέφερε, τοῖς δὲ μὴ πειθομένοις μετέμελε. [5] καίτοι τίς οὐκ ἂν ὁμολογήσειεν αὐτὸν βούλεσθαι μήτ᾽ ἠλίθιον μήτ᾽ ἀλαζόνα φαίνεσθαι τοῖς συνοῦσιν; ἐδόκει δ᾽ ἂν ἀμφότερα ταῦτα, εἰ προαγορεύων ὡς ὑπὸ θεοῦ φαινόμενα καὶ ψευδόμενος ἐφαίνετο. δῆλον οὖν ὅτι οὐκ ἂν προέλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν. ταῦτα δὲ τίς ἂν ἄλλῳ πιστεύσειεν ἢ θεῷ; πιστεύων δὲ θεοῖς πῶς οὐκ εἶναι θεοὺς ἐνόμιζεν; ἀλλὰ μὴν ἐποίει καὶ τάδε πρὸς τοὺς ἐπιτηδείους. [6] τὰ μὲν γὰρ ἀναγκαῖα συνεβούλευε καὶ πράττειν ὡς ἐνόμιζεν ἄριστ᾽ ἂν πραχθῆναι: περὶ δὲ τῶν ἀδήλων ὅπως ἀποβήσοιτο μαντευσομένους ἔπεμπεν, εἰ ποιητέα. [7] καὶ τοὺς μέλλοντας οἴκους τε καὶ πόλεις καλῶς οἰκήσειν μαντικῆς ἔφη προσδεῖσθαι: τεκτονικὸν μὲν γὰρ ἢ χαλκευτικὸν ἢ γεωργικὸν ἢ ἀνθρώπων ἀρχικὸν ἢ τῶν τοιούτων ἔργων ἐξεταστικὸν ἢ λογιστικὸν ἢ οἰκονομικὸν ἢ στρατηγικὸν γενέσθαι, πάντα τὰ τοιαῦτα μαθήματα καὶ ἀνθρώπου γνώμῃ αἱρετὰ ἐνόμιζεν εἶναι: [8] τὰ δὲ μέγιστα τῶν ἐν τούτοις ἔφη τοὺς θεοὺς ἑαυτοῖς καταλείπεσθαι, ὧν οὐδὲν δῆλον εἶναι τοῖς ἀνθρώποις. οὔτε γὰρ τῷ καλῶς ἀγρὸν φυτευσαμένῳ δῆλον ὅστις καρπώσεται, οὔτε τῷ καλῶς οἰκίαν οἰκοδομησαμένῳ δῆλον ὅστις ἐνοικήσει, οὔτε τῷ στρατηγικῷ δῆλον εἰ συμφέρει στρατηγεῖν, οὔτε τῷ πολιτικῷ δῆλον εἰ συμφέρει τῆς πόλεως προστατεῖν, οὔτε τῷ καλὴν γήμαντι, ἵν᾽ εὐφραίνηται, δῆλον εἰ διὰ ταύτην ἀνιάσεται, οὔτε τῷ δυνατοὺς ἐν τῇ πόλει κηδεστὰς λαβόντι δῆλον εἰ διὰ τούτους στερήσεται τῆς πόλεως. [9] τοὺς δὲ μηδὲν τῶν τοιούτων οἰομένους εἶναι δαιμόνιον, ἀλλὰ πάντα τῆς ἀνθρωπίνης γνώμης, δαιμονᾶν ἔφη: δαιμονᾶν δὲ καὶ τοὺς μαντευομένους ἃ τοῖς ἀνθρώποις ἔδωκαν οἱ θεοὶ μαθοῦσι διακρίνειν (οἷον εἴ τις ἐπερωτῴη πότερον ἐπιστάμενον ἡνιοχεῖν ἐπὶ ζεῦγος λαβεῖν κρεῖττον ἢ μὴ ἐπιστάμενον, ἢ πότερον ἐπιστάμενον κυβερνᾶν ἐπὶ τὴν ναῦν κρεῖττον λαβεῖν ἢ μὴ ἐπιστάμενον), ἢ ἃ ἔξεστιν ἀριθμήσαντας ἢ μετρήσαντας ἢ στήσαντας εἰδέναι: τοὺς τὰ τοιαῦτα παρὰ τῶν θεῶν πυνθανομένους ἀθέμιτα ποιεῖν ἡγεῖτο. ἔφη δὲ δεῖν, ἃ μὲν μαθόντας ποιεῖν ἔδωκαν οἱ θεοί, μανθάνειν, ἃ δὲ μὴ δῆλα τοῖς ἀνθρώποις ἐστί, πειρᾶσθαι διὰ μαντικῆς παρὰ τῶν θεῶν πυνθάνεσθαι: τοὺς θεοὺς γὰρ οἷς ἂν ὦσιν ἵλεῳ σημαίνειν. [10]

ἀλλὰ μὴν ἐκεῖνός γε ἀεὶ μὲν ἦν ἐν τῷ φανερῷ: πρῴ τε γὰρ εἰς τοὺς περιπάτους καὶ τὰ γυμνάσια ᾔει καὶ πληθούσης ἀγορᾶς ἐκεῖ φανερὸς ἦν, καὶ τὸ λοιπὸν ἀεὶ τῆς ἡμέρας ἦν ὅπου πλείστοις μέλλοι συνέσεσθαι: καὶ ἔλεγε μὲν ὡς τὸ πολύ, τοῖς δὲ βουλομένοις ἐξῆν ἀκούειν. [11] οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως, ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι, διελέγετο σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε. [12] καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες ἡγοῦνται τὰ προσήκοντα πράττειν. [13] ἐθαύμαζε δ᾽ εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν, ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν: ἐπεὶ καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. [14] τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι, καὶ τοῖς μὲν οὐδ᾽ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ᾽ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν, καὶ τοὺς μὲν οὔθ᾽ ἱερὸν οὔτε βωμὸν οὔτ᾽ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ ξύλα τὰ τυχόντα καὶ θηρία σέβεσθαι: τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δ᾽ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δ᾽ οὐδὲν ἄν ποτε κινηθῆναι, καὶ τοῖς μὲν πάντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ᾽ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολεῖσθαι. [15] ἐσκόπει δὲ περὶ αὐτῶν καὶ τάδε, ἆρ᾽, ὥσπερ οἱ τἀνθρώπεια μανθάνοντες ἡγοῦνται τοῦθ᾽ ὅ τι ἂν μάθωσιν ἑαυτοῖς τε καὶ τῶν ἄλλων ὅτῳ ἂν βούλωνται ποιήσειν, οὕτω καὶ οἱ τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν, ὅταν βούλωνται, καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου δέωνται τῶν τοιούτων, ἢ τοιοῦτον μὲν οὐδὲν οὐδ᾽ ἐλπίζουσιν, ἀρκεῖ δ᾽ αὐτοῖς γνῶναι μόνον ᾗ τῶν τοιούτων ἕκαστα γίγνεται. [16] περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν: αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο σκοπῶν τί εὐσεβές, τί ἀσεβές, τί καλόν, τί αἰσχρόν, τί δίκαιον, τί ἄδικον, τί σωφροσύνη, τί μανία, τί ἀνδρεία, τί δειλία, τί πόλις, τί πολιτικός, τί ἀρχὴ ἀνθρώπων, τί ἀρχικὸς ἀνθρώπων, καὶ περὶ τῶν ἄλλων, ἃ τοὺς μὲν εἰδότας ἡγεῖτο καλοὺς κἀγαθοὺς εἶναι, τοὺς δ᾽ ἀγνοοῦντας ἀνδραποδώδεις ἂν δικαίως κεκλῆσθαι. [17]

ὅσα μὲν οὖν μὴ φανερὸς ἦν ὅπως ἐγίγνωσκεν, οὐδὲν θαυμαστὸν ὑπὲρ τούτων περὶ αὐτοῦ παραγνῶναι τοὺς δικαστάς: ὅσα δὲ πάντες ᾔδεσαν, οὐ θαυμαστὸν εἰ μὴ τούτων ἐνεθυμήθησαν; [18] βουλεύσας γάρ ποτε καὶ τὸν βουλευτικὸν ὅρκον ὀμόσας, ἐν ᾧ ἦν κατὰ τοὺς νόμους βουλεύσειν, ἐπιστάτης ἐν τῷ δήμῳ γενόμενος, ἐπιθυμήσαντος τοῦ δήμου παρὰ τοὺς νόμους [ἐννέα στρατηγοὺς] μιᾷ ψήφῳ τοὺς ἀμφὶ Θράσυλλον καὶ Ἐρασινίδην ἀποκτεῖναι πάντας, οὐκ ἠθέλησεν ἐπιψηφίσαι, ὀργιζομένου μὲν αὐτῷ τοῦ δήμου, πολλῶν δὲ καὶ δυνατῶν ἀπειλούντων: ἀλλὰ περὶ πλείονος ἐποιήσατο εὐορκεῖν ἢ χαρίσασθαι τῷ δήμῳ παρὰ τὸ δίκαιον καὶ φυλάξασθαι τοὺς ἀπειλοῦντας. [19] καὶ γὰρ ἐπιμελεῖσθαι θεοὺς ἐνόμιζεν ἀνθρώπων οὐχ ὃν τρόπον οἱ πολλοὶ νομίζουσιν: οὗτοι μὲν γὰρ οἴονται τοὺς θεοὺς τὰ μὲν εἰδέναι, τὰ δ᾽ οὐκ εἰδέναι: Σωκράτης δὲ πάντα μὲν ἡγεῖτο θεοὺς εἰδέναι, τά τε λεγόμενα καὶ πραττόμενα καὶ τὰ σιγῇ βουλευόμενα, πανταχοῦ δὲ παρεῖναι καὶ σημαίνειν τοῖς ἀνθρώποις περὶ τῶν ἀνθρωπείων πάντων. [20]

θαυμάζω οὖν ὅπως ποτὲ ἐπείσθησαν Ἀθηναῖοι Σωκράτην περὶ θεοὺς μὴ σωφρονεῖν, τὸν ἀσεβὲς μὲν οὐδέν ποτε περὶ τοὺς θεοὺς οὔτ᾽ εἰπόντα οὔτε πράξαντα, τοιαῦτα δὲ καὶ λέγοντα καὶ πράττοντα περὶ θεῶν οἷά τις ἂν καὶ λέγων καὶ πράττων εἴη τε καὶ νομίζοιτο εὐσεβέστατος.

2.

θαυμαστὸν δὲ φαίνεταί μοι καὶ τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν, ὃς πρὸς τοῖς εἰρημένοις πρῶτον μὲν ἀφροδισίων καὶ γαστρὸς πάντων ἀνθρώπων ἐγκρατέστατος ἦν, εἶτα πρὸς χειμῶνα καὶ θέρος καὶ πάντας πόνους καρτερικώτατος, ἔτι δὲ πρὸς τὸ μετρίων δεῖσθαι πεπαιδευμένος οὕτως, ὥστε πάνυ μικρὰ κεκτημένος πάνυ ῥᾳδίως ἔχειν ἀρκοῦντα. [2] πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους ἂν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἢ ἀφροδισίων ἀκρατεῖς ἢ πρὸς τὸ πονεῖν μαλακοὺς ἐποίησεν; ἀλλ᾽ ἔπαυσε μὲν τούτων πολλοὺς ἀρετῆς ποιήσας ἐπιθυμεῖν καὶ ἐλπίδας παρασχών, ἂν ἑαυτῶν ἐπιμελῶνται, καλοὺς κἀγαθοὺς ἔσεσθαι: [3] καίτοι γε οὐδεπώποτε ὑπέσχετο διδάσκαλος εἶναι τούτου, ἀλλὰ τῷ φανερὸς εἶναι τοιοῦτος ὢν ἐλπίζειν ἐποίει τοὺς συνδιατρίβοντας ἑαυτῷ μιμουμένους ἐκεῖνον τοιούτους γενήσεσθαι. [4] ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τ᾽ ἀμελοῦντας οὐκ ἐπῄνει: τὸ μὲν οὖν ὑπερεσθίοντα ὑπερπονεῖν ἀπεδοκίμαζε, τὸ δὲ ὅσα ἡδέως ἡ ψυχὴ δέχεται, ταῦτα ἱκανῶς ἐκπονεῖν ἐδοκίμαζε: ταύτην γὰρ τὴν ἕξιν ὑγιεινήν τε ἱκανῶς εἶναι καὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν οὐκ ἐμποδίζειν ἔφη. [5] ἀλλ᾽ οὐ μὴν θρυπτικός γε οὐδὲ ἀλαζονικὸς ἦν οὔτ᾽ ἀμπεχόνῃ οὔθ᾽ ὑποδέσει οὔτε τῇ ἄλλῃ διαίτῃ. οὐ μὴν οὐδ᾽ ἐρασιχρημάτους γε τοὺς συνόντας ἐποίει. τῶν μὲν γὰρ ἄλλων ἐπιθυμιῶν ἔπαυε, τοὺς δ᾽ ἑαυτοῦ ἐπιθυμοῦντας οὐκ ἐπράττετο χρήματα. [6] τούτου δ᾽ ἀπεχόμενος ἐνόμιζεν ἐλευθερίας ἐπιμελεῖσθαι: τοὺς δὲ λαμβάνοντας τῆς ὁμιλίας μισθὸν ἀνδραποδιστὰς ἑαυτῶν ἀπεκάλει διὰ τὸ ἀναγκαῖον αὐτοῖς εἶναι διαλέγεσθαι παρ᾽ ὧν [ἂν] λάβοιεν τὸν μισθόν. [7] ἐθαύμαζε δ᾽ εἴ τις ἀρετὴν ἐπαγγελλόμενος ἀργύριον πράττοιτο καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδος ἕξειν φίλον ἀγαθὸν κτησάμενος, ἀλλὰ φοβοῖτο μὴ ὁ γενόμενος καλὸς κἀγαθὸς τῷ τὰ μέγιστα εὐεργετήσαντι μὴ τὴν μεγίστην χάριν ἕξοι. [8] Σωκράτης δὲ ἐπηγγείλατο μὲν οὐδενὶ πώποτε τοιοῦτον οὐδέν, ἐπίστευε δὲ τῶν συνόντων ἑαυτῷ τοὺς ἀποδεξαμένους ἅπερ αὐτὸς ἐδοκίμαζεν εἰς τὸν πάντα βίον ἑαυτῷ τε καὶ ἀλλήλοις φίλους ἀγαθοὺς ἔσεσθαι. πῶς ἂν οὖν ὁ τοιοῦτος ἀνὴρ διαφθείροι τοὺς νέους; εἰ μὴ ἄρα ἡ τῆς ἀρετῆς ἐπιμέλεια διαφθορά ἐστιν. [9]

ἀλλὰ νὴ Δία, ὁ κατήγορος ἔφη, ὑπερορᾶν ἐποίει τῶν καθεστώτων νόμων τοὺς συνόντας, λέγων ὡς μῶρον εἴη τοὺς μὲν τῆς πόλεως ἄρχοντας ἀπὸ κυάμου καθιστάναι, κυβερνήτῃ δὲ μηδένα θέλειν χρῆσθαι κυαμευτῷ μηδὲ τέκτονι μηδ᾽ αὐλητῇ μηδ᾽ ἐπ᾽ ἄλλα τοιαῦτα, ἃ πολλῷ ἐλάττονας βλάβας ἁμαρτανόμενα ποιεῖ τῶν περὶ τὴν πόλιν ἁμαρτανομένων: τοὺς δὲ τοιούτους λόγους ἐπαίρειν ἔφη τοὺς νέους καταφρονεῖν τῆς καθεστώσης πολιτείας καὶ ποιεῖν βιαίους. [10] ἐγὼ δ᾽ οἶμαι τοὺς φρόνησιν ἀσκοῦντας καὶ νομίζοντας ἱκανοὺς ἔσεσθαι τὰ συμφέροντα διδάσκειν τοὺς πολίτας ἥκιστα γίγνεσθαι βιαίους, εἰδότας ὅτι τῇ μὲν βίᾳ πρόσεισιν ἔχθραι καὶ κίνδυνοι, διὰ δὲ τοῦ πείθειν ἀκινδύνως τε καὶ μετὰ φιλίας ταὐτὰ γίγνεται. οἱ μὲν γὰρ βιασθέντες ὡς ἀφαιρεθέντες μισοῦσιν, οἱ δὲ πεισθέντες ὡς κεχαρισμένοι φιλοῦσιν. οὔκουν τῶν φρόνησιν ἀσκούντων τὸ βιάζεσθαι, ἀλλὰ τῶν ἰσχὺν ἄνευ γνώμης ἐχόντων τὰ τοιαῦτα πράττειν ἐστίν. [11] ἀλλὰ μὴν καὶ συμμάχων ὁ μὲν βιάζεσθαι τολμῶν δέοιτ᾽ ἂν οὐκ ὀλίγων, ὁ δὲ πείθειν δυνάμενος οὐδενός: καὶ γὰρ μόνος ἡγοῖτ᾽ ἂν δύνασθαι πείθειν. καὶ φονεύειν δὲ τοῖς τοιούτοις ἥκιστα συμβαίνει: τίς γὰρ ἀποκτεῖναί τινα βούλοιτ᾽ ἂν μᾶλλον ἢ ζῶντι πειθομένῳ χρῆσθαι; [12]

[Much of the following section, on Critias and Alcibiades, is in the dual.]

ἀλλ᾽ ἔφη γε ὁ κατήγορος, Σωκράτει ὁμιλητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης

πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην.

Κριτίας μὲν γὰρ τῶν ἐν τῇ ὀλιγαρχίᾳ πάντων πλεονεκτίστατός τε καὶ βιαιότατος ἐγένετο,

Ἀλκιβιάδης δὲ αὖ τῶν ἐν τῇ δημοκρατίᾳ πάντων ἀκρατέστατός τε καὶ ὑβριστότατος.

[13] ἐγὼ δ᾽, εἰ μέν τι κακὸν ἐκείνω τὴν πόλιν ἐποιησάτην, οὐκ ἀπολογήσομαι:

τὴν δὲ πρὸς Σωκράτην συνουσίαν αὐτοῖν ὡς ἐγένετο διηγήσομαι.

[14] ἐγενέσθην μὲν γὰρ δὴ τὼ ἄνδρε τούτω φύσει φιλοτιμοτάτω πάντων Ἀθηναίων,

βουλομένω τε πάντα δι᾽ ἑαυτῶν πράττεσθαι καὶ πάντων ὀνομαστοτάτω γενέσθαι.

ᾔδεσαν δὲ Σωκράτην
..........ἀπ᾽ ἐλαχίστων μὲν χρημάτων αὐταρκέστατα ζῶντα,

..........τῶν ἡδονῶν δὲ πασῶν ἐγκρατέστατον ὄντα,

τοῖς δὲ διαλεγομένοις αὐτῷ πᾶσι χρώμενον ἐν τοῖς λόγοις ὅπως βούλοιτο.
and with those debating him, wholly managing in those words, how he might want.

[15] ταῦτα δὲ ὁρῶντε καὶ ὄντε οἵω / προείρησθον,
Seeing these and being such as / has been spoken before,

πότερόν τις αὐτὼ φῇ τοῦ βίου τοῦ Σωκράτους ἐπιθυμήσαντε καὶ τῆς σωφροσύνης,
whether one of the two ... of the life of Socrates desiring and his wisdom,

ἣν ἐκεῖνος εἶχεν,
which he (Soc.) had,

ὀρέξασθαι / τῆς ὁμιλίας αὐτοῦ,
reached out for / the association with him,

ἢ νομίσαντε,
considering this?

εἰ ὁμιλησαίτην ἐκείνῳ,
Or if the association with him,

γενέσθαι ἂν ἱκανωτάτω λέγειν τε καὶ πράττειν;
[they] might become most proficient in saying and doing?

[16] ἐγὼ μὲν γὰρ ἡγοῦμαι,
For I myself think,

θεοῦ διδόντος αὐτοῖν/ ἢ ζῆν / ὅλον τὸν βίον
if god were giving them [the choice between] / living/ the entire life

ὥσπερ ζῶντα Σωκράτην ἑώρων ἢ τεθνάναι,
as they saw Socrates living, or death,

ἑλέσθαι ἂν μᾶλλον αὐτὼ τεθνάναι.
they (2) might rather choose to die.

δήλω δ᾽ ἐγενέσθην ἐξ ὧν ἐπραξάτην:
It became clear from what they did:

ὡς γὰρ τάχιστα κρείττονε τῶν συγγιγνομένων ἡγησάσθην εἶναι,
for as soon as stronger than their associates they considered (themselves) to be,

εὐθὺς ἀποπηδήσαντε Σωκράτους ἐπραττέτην τὰ πολιτικά,
immediately putting aside Socrates, they practiced politics,

ὧνπερ ἕνεκα / Σωκράτους ὠρεχθήτην. [17]
for which purpose/ they had reached out to Socrates.

ἴσως οὖν εἴποι τις ἂν πρὸς ταῦτα
Maybe one might say in regard to this

ὅτι ἐχρῆν τὸν Σωκράτην / μὴ πρότερον τὰ πολιτικὰ διδάσκειν /τοὺς συνόντας /ἢ σωφρονεῖν.
that Socrates should have not taught politics to his disciples before prudence.

ἐγὼ δὲ πρὸς τοῦτο μὲν οὐκ ἀντιλέγω:
And I, about this, certainly do not counter-argue:

πάντας δὲ τοὺς διδάσκοντας ὁρῶ αὑτοὺς
But I see all teachers themselves

δεικνύντας τε τοῖς μανθάνουσιν ᾗπερ αὐτοὶ ποιοῦσιν ἃ διδάσκουσι
both showing to those learning just which they do which they teach

καὶ τῷ λόγῳ προσβιβάζοντας.
and by argument leading [them] on.

οἶδα δὲ καὶ Σωκράτην δεικνύντα τοῖς συνοῦσιν ἑαυτὸν καλὸν κἀγαθὸν ὄντα
And I see Socrates also showing to his disciples himself good & noble being

καὶ διαλεγόμενον κάλλιστα περὶ ἀρετῆς καὶ τῶν ἄλλων ἀνθρωπίνων.
and discussing eloquently about virtue and other human [qualities].

[18] οἶδα δὲ κἀκείνω / σωφρον-οῦντε,
And I know those two / being sensible [dual pres part. masc nom]

ἔστε Σωκράτει συνήστην,
so long as those two were associating with Socrates,

οὐ φοβουμένω μὴ ζημιοῖντο ἢ παίοιντο ὑπὸ Σωκράτους,
not fearing lest they be punished or struck by Socrates,

ἀλλ᾽ οἰομένω τότε κράτιστον εἶναι τοῦτο πράττειν.
but [sincerely] believing then in doing the best thing.

[19] ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν ὅτι
Maybe thus many of those claiming to love knowledge might say that

οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο,
not ever might the just man become unjust,

οὐδὲ ὁ σώφρων ὑβριστής,
nor the moderate one arrogant/wanton,

οὐδὲ ἄλλο οὐδὲν ὧν / μάθησίς ἐστιν / ὁ μαθὼν/ ἀνεπιστήμων ἄν ποτε γένοιτο.
nor no other thing which / is learned / the one learning/ might (n) ever become unknowing.

ἐγὼ δὲ περὶ τούτων οὐχ οὕτω γιγνώσκω:
ὁρῶ γὰρ ὥσπερ / τὰ τοῦ σώματος ἔργα τοὺς / μὴ τὰ σώματα / ἀσκοῦντας οὐ δυναμένους ποιεῖν,
οὕτω καὶ / τὰ τῆς ψυχῆς ἔργα τοὺς / μὴ τὴν ψυχὴν / ἀσκοῦντας οὐ δυναμένους:

οὔτε γὰρ ἃ δεῖ πράττειν
οὔτε ὧν δεῖ ἀπέχεσθαι δύνανται.

[20] δι᾽ ὃ καὶ τοὺς υἱεῖς οἱ πατέρες,
κἂν ὦσι σώφρονες,
ὅμως ἀπὸ τῶν πονηρῶν ἀνθρώπων εἴργουσιν,
yet they still shut them out from the ponerous,

ὡς τὴν μὲν τῶν χρηστῶν ὁμιλίαν ἄσκησιν οὖσαν τῆς ἀρετῆς,
τὴν δὲ τῶν πονηρῶν [ὁμιλίαν] κατάλυσιν [τῆς ἀρετῆς].

μαρτυρεῖ δὲ καὶ τῶν ποιητῶν ὅ τε λέγων:
“ἐσθλῶν μὲν γὰρ ἄπ᾽ ἐσθλὰ διδάξεαι:
From the good, one will learn good things,

ἢν δὲ κακοῖσι συμμίσγῃς,
but if one associates with bad ones,

ἀπολεῖς καὶ τὸν ἐόντα νόον, [Theognis]
one will lose even the wisdom one has.

καὶ ὁ λέγων:
“αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δ᾽ ἐσθλός. [unknown]
However even a good man is at times bad, but at other times good.

[21] κἀγὼ δὲ μαρτυρῶ τούτοις:
ὁρῶ γὰρ ὥσπερ τῶν ἐν μέτρῳ πεποιημένων ἐπῶν / τοὺς μὴ μελετῶντας ἐπιλανθανομένους,

οὕτω καὶ τῶν διδασκαλικῶν λόγων τοῖς ἀμελοῦσι λήθην ἐγγιγνομένην.

ὅταν δὲ τῶν νουθετικῶν λόγων ἐπιλάθηταί τις,
And whenever one forgets those admonitory words,

ἐπιλέλησται καὶ ὧν ἡ ψυχὴ πάσχουσα τῆς σωφροσύνης ἐπεθύμει:
forgetting also which the soul experiencing [caused it] to desire prudence:

τούτων δ᾽ ἐπιλαθόμενον οὐδὲν θαυμαστὸν καὶ τῆς σωφροσύνης ἐπιλαθέσθαι.
these things forgotten, it is not surprising [if] also one forgets prudence.

[22] ὁρῶ δὲ
And I see

καὶ τοὺς εἰς φιλοποσίαν προαχθέντας
both those loaded (before) into drunkenness (... take to drunkenness)
καὶ τοὺς εἰς ἔρωτας ἐγκυλισθέντας
and those rolled off into desire (... involved in love intrigues)

ἧττον δυναμένους
are less able to

τῶν τε δεόντων ἐπιμελεῖσθαι
both taking care of the needed
καὶ τῶν μὴ δεόντων ἀπέχεσθαι.
and refraining from the not-needed.

πολλοὶ γὰρ καὶ χρημάτων δυνάμενοι φείδεσθαι, πρὶν ἐρᾶν,
For many capable of being thrifty with money, before being in love,

ἐρασθέντες οὐκέτι δύνανται:
once being in love are no longer able:

καὶ τὰ χρήματα καταναλώσαντες,
and their money spent lavishly,

ὧν πρόσθεν ἀπείχοντο κερδῶν,
greedy things which previously they refrained from,

αἰσχρὰ νομίζοντες εἶναι, τούτων οὐκ ἀπέχονται.
as being disgraceful, these they no longer avoid.

[23] πῶς οὖν οὐκ ἐνδέχεται
How then is is not possible

σωφρονήσαντα πρόσθεν αὖθις μὴ σωφρονεῖν
being sensible earlier one is not sensible later or

καὶ δίκαια δυνηθέντα πράττειν αὖθις ἀδυνατεῖν;
and one capable of doing justice is later incapable?

πάντα μὲν οὖν ἔμοιγε δοκεῖ τὰ καλὰ καὶ τἀγαθὰ ἀσκητὰ εἶναι,
So it seems to me that everything good & noble are acquired by practice,

οὐχ ἥκιστα δὲ σωφροσύνη.
not least (i.e. especially) prudence.

ἐν γὰρ τῷ αὐτῷ σώματι συμπεφυτευμέναι τῇ ψυχῇ
For in the same body 'planted' together with the spirit

αἱ ἡδοναὶ πείθουσιν αὐτὴν μὴ σωφρονεῖν,
pleasures urge one not to be prudent,

ἀλλὰ τὴν ταχίστην ἑαυταῖς τε καὶ τῷ σώματι χαρίζεσθαι.
but rather to quickly gratify themselves and the body.

[24] καὶ Κριτίας δὴ καὶ Ἀλκιβιάδης, ἕως μὲν Σωκράτει συνήστην,

ἐδυνάσθην / ἐκείνῳ χρωμένω συμμάχῳ / τῶν μὴ καλῶν ἐπιθυμιῶν κρατεῖν:
were able / by him as useful ally/ to defeat their ignoble passions:

ἐκείνου δ᾽ ἀπαλλαγέντε,
but abandoning him,

Κριτίας μὲν φυγὼν εἰς Θετταλίαν ἐκεῖ συνῆν ἀνθρώποις ἀνομίᾳ μᾶλλον ἢ δικαιοσύνῃ χρωμένοις,
Critias fled to Thessaly, there being with men who put lawlessness before justice,

Ἀλκιβιάδης δ᾽ αὖ διὰ μὲν κάλλος ὑπὸ πολλῶν καὶ σεμνῶν γυναικῶν θηρώμενος,
while Alcibiades, because of his good looks, was pursued by many beautiful women,

διὰ δύναμιν δὲ τὴν ἐν τῇ πόλει καὶ τοῖς συμμάχοις ὑπὸ πολλῶν καὶ δυνατῶν [κολακεύειν] ἀνθρώπων διαθρυπτόμενος,
and on account of his influence in the city and with the allies, was spoiled by many powerful men,

ὑπὸ δὲ τοῦ δήμου τιμώμενος καὶ ῥᾳδίως πρωτεύων,
and by the people honored and easily excelled,

ὥσπερ οἱ τῶν γυμνικῶν ἀγώνων ἀθληταὶ ῥᾳδίως πρωτεύοντες ἀμελοῦσι τῆς ἀσκήσεως,
just as those skilled in athletic contests, easily dominating, neglect their practice,

οὕτω κἀκεῖνος ἠμέλησεν αὑτοῦ.
thus he (A.) neglected himself.

[25] τοιούτων δὲ συμβάντων αὐτοῖν,
these two turning out this way

καὶ ὠγκωμένω μὲν ἐπὶ γένει,
and puffed up due to birth,

ἐπηρμένω δ᾽ ἐπὶ πλούτῳ, πεφυσημένω δ᾽ ἐπὶ δυνάμει, διατεθρυμμένω δὲ ὑπὸ πολλῶν ἀνθρώπων, ἐπὶ δὲ πᾶσι τούτοις διεφθαρμένω
exalted due to wealth, puffed up with power, spoiled by many men, corrupted by all these

καὶ πολὺν χρόνον ἀπὸ Σωκράτους γεγονότε,
and having been away from S. for a long time,

τί θαυμαστὸν εἰ ὑπερηφάνω ἐγενέσθην;
is it any wonder if they became over-bearing?

[26] εἶτα, εἰ μέν τι ἐπλημμελησάτην,
And then, if they committed such an error,

τούτου Σωκράτην ὁ κατήγορος αἰτιᾶται;
for this the accuser blames S.?

ὅτι δὲ νέω ὄντε αὐτώ,
And that the two young men being with him,

ἡνίκα καὶ ἀγνωμονεστάτω καὶ ἀκρατεστάτω εἰκὸς εἶναι,
when naturally were both heedless and arrogant,

Σωκράτης παρέσχε σώφρονε,
Socrates furnished prudence,

οὐδενὸς ἐπαίνου δοκεῖ τῷ κατηγόρῳ ἄξιος εἶναι;
nothing praiseworthy it seemed to accuser [for him] to be responsible?

οὐ μὴν τά γε ἄλλα οὕτω κρίνεται.
Others are certainly not so judged.

[27] τίς μὲν γὰρ αὐλητής, τίς δὲ κιθαριστής, τίς δὲ ἄλλος διδάσκαλος ἱκανοὺς ποιήσας τοὺς μαθητάς,

ἐὰν πρὸς ἄλλους ἐλθόντες χείρους φανῶσιν,

αἰτίαν ἔχει τούτου;

τίς δὲ πατήρ, ἐὰν ὁ παῖς αὐτοῦ συνδιατρίβων τῳ σωφρονῇ, ὕστερον δὲ ἄλλῳ τῳ συγγενόμενος πονηρὸς γένηται,

τὸν πρόσθεν αἰτιᾶται, ἀλλ᾽ οὐχ ὅσῳ ἂν παρὰ τῷ ὑστέρῳ χείρων φαίνηται, τοσούτῳ μᾶλλον ἐπαινεῖ τὸν πρότερον;

ἀλλ᾽ οἵ γε πατέρες αὐτοὶ συνόντες τοῖς υἱέσι, τῶν παίδων πλημμελούντων, οὐκ αἰτίαν ἔχουσιν, ἐὰν αὐτοὶ σωφρονῶσιν.

[28] οὕτω δὲ καὶ Σωκράτην δίκαιον ἦν κρίνειν: εἰ μὲν αὐτὸς ἐποίει τι φαῦλον, εἰκότως ἂν ἐδόκει πονηρὸς εἶναι: εἰ δ᾽ αὐτὸς σωφρονῶν διετέλει, πῶς ἂν δικαίως τῆς οὐκ ἐνούσης αὐτῷ κακίας αἰτίαν ἔχοι;

[29] ἀλλ᾽ εἰ καὶ μηδὲν αὐτὸς πονηρὸν ποιῶν ἐκείνους φαῦλα πράττοντας ὁρῶν ἐπῄνει, δικαίως ἂν ἐπιτιμῷτο.

Κριτίαν μὲν τοίνυν αἰσθανόμενος ἐρῶντα Εὐθυδήμου

καὶ πειρῶντα χρῆσθαι,

καθάπερ οἱ πρὸς τἀφροδίσια τῶν σωμάτων ἀπολαύοντες,

ἀπέτρεπε φάσκων ἀνελεύθερόν τε εἶναι καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ τὸν ἐρώμενον,
he dissuaded him claiming it to be slavish and not fitting a good and noble man

ᾧ βούλεται πολλοῦ ἄξιος φαίνεσθαι,

προσαιτεῖν ὥσπερ τοὺς πτωχοὺς ἱκετεύοντα καὶ δεόμενον προσδοῦναι,
to profess as the beggars beseech and entreat

καὶ ταῦτα μηδενὸς ἀγαθοῦ.
and this nothing good.

[30] τοῦ δὲ Κριτίου τοῖς τοιούτοις οὐχ ὑπακούοντος οὐδὲ ἀποτρεπομένου,
When Critias, to these [arguments] not heeding nor turning away,

λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου
it is reported that Socrates, many others and Euthydemos being preent,

εἰπεῖν ὅτι ὑικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας,
said that it seemed to him that Critias had the feelings of a pig, ("a pig to experience")

ἐπιθυμῶν Εὐθυδήμῳ προσκνῆσθαι ὥσπερ τὰ ὕδια τοῖς λίθοις.
desiring to rub against E., just as pigs with stones.

[31] ἐξ ὧν δὴ καὶ ἐμίσει τὸν Σωκράτην ὁ Κριτίας,
After which, to be sure, Critias hated Socrates,

ὥστε καὶ ὅτε τῶν τριάκοντα ὢν νομοθέτης μετὰ Χαρικλέους ἐγένετο,

ἀπεμνημόνευσεν αὐτῷ καὶ ἐν τοῖς νόμοις ἔγραψε λόγων τέχνην μὴ διδάσκειν,

ἐπηρεάζων ἐκείνῳ καὶ οὐκ ἔχων ὅπῃ ἐπιλάβοιτο,
insulting him (Soc.) and not having [any other way] to attack him,

ἀλλὰ τὸ κοινῇ τοῖς φιλοσόφοις ὑπὸ τῶν πολλῶν ἐπιτιμώμενον ἐπιφέρων αὐτῷ
but imputing to him the common disdain for the philosophers/sophists by the people

καὶ διαβάλλων πρὸς τοὺς πολλούς:
and slandering him for the crowd:

οὐδὲ γὰρ ἔγωγε οὔτ᾽ αὐτὸς τοῦτο πώποτε Σωκράτους ἤκουσα οὔτ᾽ ἄλλου του φάσκοντος ἀκηκοέναι ᾐσθόμην.

[32] ἐδήλωσε δέ: ἐπεὶ γὰρ οἱ τριάκοντα πολλοὺς μὲν τῶν πολιτῶν καὶ οὐ τοὺς χειρίστους ἀπέκτεινον,
πολλοὺς δὲ προετρέποντο ἀδικεῖν,
εἶπέ που ὁ Σωκράτης ὅτι θαυμαστόν οἱ δοκοίη εἶναι,
εἴ τις γενόμενος βοῶν ἀγέλης νομεὺς καὶ τὰς βοῦς ἐλάττους τε καὶ χείρους ποιῶν μὴ ὁμολογοίη κακὸς βουκόλος εἶναι,
ἔτι δὲ θαυμαστότερον, εἴ τις προστάτης γενόμενος πόλεως καὶ ποιῶν τοὺς πολίτας ἐλάττους τε καὶ χείρους μὴ αἰσχύνεται μηδ᾽ οἴεται κακὸς εἶναι προστάτης τῆς πόλεως.

[33] ἀπαγγελθέντος δὲ αὐτοῖς τούτου,
καλέσαντες ὅ τε Κριτίας καὶ ὁ Χαρικλῆς τὸν Σωκράτην τόν τε νόμον ἐδεικνύτην αὐτῷ καὶ τοῖς νέοις ἀπειπέτην μὴ διαλέγεσθαι.
ὁ δὲ Σωκράτης ἐπήρετο αὐτὼ εἰ ἐξείη πυνθάνεσθαι, εἴ τι ἀγνοοῖτο τῶν προαγορευομένων.
[34] τὼ δ᾽ ἐφάτην.
ἐγὼ τοίνυν, ἔφη, παρεσκεύασμαι μὲν πείθεσθαι τοῖς νόμοις:
ὅπως δὲ μὴ δι᾽ ἄγνοιαν λάθω τι παρανομήσας,
τοῦτο βούλομαι σαφῶς μαθεῖν παρ᾽ ὑμῶν,
πότερον τὴν τῶν λόγων τέχνην σὺν τοῖς ὀρθῶς λεγομένοις εἶναι νομίζοντες ἢ σὺν τοῖς μὴ ὀρθῶς ἀπέχεσθαι κελεύετε αὐτῆς.
εἰ μὲν γὰρ σὺν τοῖς ὀρθῶς, δῆλον ὅτι ἀφεκτέον <ἂν> εἴη τοῦ ὀρθῶς λέγειν:
εἰ δὲ σὺν τοῖς μὴ ὀρθῶς, δῆλον ὅτι πειρατέον ὀρθῶς λέγειν.

[35] καὶ ὁ Χαρικλῆς ὀργισθεὶς αὐτῷ,
ἐπειδή, ἔφη, ὦ Σώκρατες, ἀγνοεῖς, τάδε σοι εὐμαθέστερα ὄντα προαγορεύομεν,
τοῖς νέοις ὅλως μὴ διαλέγεσθαι.
καὶ ὁ Σωκράτης, ἵνα τοίνυν, ἔφη, μὴ ἀμφίβολον ᾖ [ὡς ἄλλο τι ποιῶ ἢ τὰ προηγορευμένα], ὁρίσατέ μοι μέχρι πόσων ἐτῶν δεῖ νομίζειν νέους εἶναι τοὺς ἀνθρώπους.
καὶ ὁ Χαρικλῆς, ὅσουπερ, εἶπε, χρόνου βουλεύειν οὐκ ἔξεστιν,
ὡς οὔπω φρονίμοις οὖσι:
μηδὲ σὺ διαλέγου νεωτέροις τριάκοντα ἐτῶν.

[36] μηδ᾽ ἐάν τι ὠνῶμαι, ἔφη, ἢν πωλῇ νεώτερος τριάκοντα ἐτῶν, ἔρωμαι ὁπόσου πωλεῖ;
ναὶ τά γε τοιαῦτα, ἔφη ὁ Χαρικλῆς: ἀλλά τοι σύγε, ὦ Σώκρατες, εἴωθας εἰδὼς πῶς ἔχει τὰ πλεῖστα ἐρωτᾶν: ταῦτα οὖν μὴ ἐρώτα.

μηδ᾽ ἀποκρίνωμαι οὖν, ἔφη, ἄν τίς με ἐρωτᾷ νέος, ἐὰν εἰδῶ, οἷον ποῦ οἰκεῖ Χαρικλῆς ἢ ποῦ ἐστι Κριτίας;
ναὶ τά γε τοιαῦτα, ἔφη ὁ Χαρικλῆς.
[37] ὁ δὲ Κριτίας, ἀλλὰ τῶνδέ τοί σε ἀπέχεσθαι, ἔφη, δεήσει, ὦ Σώκρατες,
τῶν σκυτέων καὶ τῶν τεκτόνων καὶ τῶν χαλκέων:
καὶ γὰρ οἶμαι αὐτοὺς ἤδη κατατετρῖφθαι διαθρυλουμένους ὑπὸ σοῦ. οὐκοῦν, ἔφη ὁ Σωκράτης, καὶ τῶν ἑπομένων τούτοις, τοῦ τε δικαίου καὶ τοῦ ὁσίου καὶ τῶν ἄλλων τῶν τοιούτων; ναὶ μὰ Δί᾽, ἔφη ὁ Χαρικλῆς: καὶ τῶν βουκόλων γε: εἰ δὲ μή, φυλάττου ὅπως μὴ καὶ σὺ ἐλάττους τὰς βοῦς ποιήσῃς.
[38] ἔνθα καὶ δῆλον ἐγένετο ὅτι ἀπαγγελθέντος αὐτοῖς τοῦ περὶ τῶν βοῶν λόγου ὠργίζοντο τῷ Σωκράτει.

οἵα μὲν οὖν ἡ συνουσία ἐγεγόνει Κριτίᾳ πρὸς Σωκράτην καὶ ὡς εἶχον πρὸς ἀλλήλους, εἴρηται. [39] φαίην δ᾽ ἂν ἔγωγε μηδενὶ μηδεμίαν εἶναι παίδευσιν παρὰ τοῦ μὴ ἀρέσκοντος. Κριτίας δὲ καὶ Ἀλκιβιάδης οὐκ ἀρέσκοντος αὐτοῖς Σωκράτους ὡμιλησάτην ὃν χρόνον ὡμιλείτην αὐτῷ, ἀλλ᾽ εὐθὺς ἐξ ἀρχῆς ὡρμηκότε προεστάναι τῆς πόλεως. ἔτι γὰρ Σωκράτει συνόντες οὐκ ἄλλοις τισὶ μᾶλλον ἐπεχείρουν διαλέγεσθαι ἢ τοῖς μάλιστα πράττουσι τὰ πολιτικά.
[40] λέγεται γὰρ Ἀλκιβιάδην, πρὶν εἴκοσιν ἐτῶν εἶναι, Περικλεῖ ἐπιτρόπῳ μὲν ὄντι αὐτοῦ, προστάτῃ δὲ τῆς πόλεως, τοιάδε διαλεχθῆναι περὶ νόμων:
[41] εἰπέ μοι, φάναι, ὦ Περίκλεις, ἔχοις ἄν με διδάξαι τί ἐστι νόμος; πάντως δήπου, φάναι τὸν Περικλέα. δίδαξον δὴ πρὸς τῶν θεῶν, φάναι τὸν Ἀλκιβιάδην: ὡς ἐγὼ ἀκούων τινῶν ἐπαινουμένων, ὅτι νόμιμοι ἄνδρες εἰσίν, οἶμαι μὴ ἂν δικαίως τούτου τυχεῖν τοῦ ἐπαίνου τὸν μὴ εἰδότα τί ἐστι νόμος.
[42] ἀλλ᾽ οὐδέν τι χαλεποῦ πράγματος ἐπιθυμεῖς, ὦ Ἀλκιβιάδη, φάναι τὸν Περικλέα, βουλόμενος γνῶναι τί ἐστι νόμος: πάντες γὰρ οὗτοι νόμοι εἰσίν, οὓς τὸ πλῆθος συνελθὸν καὶ δοκιμάσαν ἔγραψε, φράζον ἅ τε δεῖ ποιεῖν καὶ ἃ μή. πότερον δὲ τἀγαθὰ νομίσαν δεῖν ποιεῖν ἢ τὰ κακά; τἀγαθὰ νὴ Δία, φάναι, ὦ μειράκιον, τὰ δὲ κακὰ οὔ.
[43] ἐὰν δὲ μὴ τὸ πλῆθος, ἀλλ᾽, ὥσπερ ὅπου ὀλιγαρχία ἐστίν, ὀλίγοι συνελθόντες γράψωσιν ὅ τι χρὴ ποιεῖν, ταῦτα τί ἐστι; πάντα, φάναι, ὅσα ἂν τὸ κρατοῦν τῆς πόλεως βουλευσάμενον, ἃ χρὴ ποιεῖν, γράψῃ, νόμος καλεῖται. κἂν τύραννος οὖν κρατῶν τῆς πόλεως γράψῃ τοῖς πολίταις ἃ χρὴ ποιεῖν, καὶ ταῦτα νόμος ἐστί; καὶ ὅσα τύραννος ἄρχων, φάναι, γράφει, καὶ ταῦτα νόμος καλεῖται.
[44] βία δέ, φάναι, καὶ ἀνομία τί ἐστιν, ὦ Περίκλεις; ἆρ᾽ οὐχ ὅταν ὁ κρείττων τὸν ἥττω μὴ πείσας, ἀλλὰ βιασάμενος, ἀναγκάσῃ ποιεῖν ὅ τι ἂν αὐτῷ δοκῇ; ἔμοιγε δοκεῖ, φάναι τὸν Περικλέα. καὶ ὅσα ἄρα τύραννος μὴ πείσας τοὺς πολίτας ἀναγκάζει ποιεῖν γράφων, ἀνομία ἐστί; δοκεῖ μοι, φάναι τὸν Περικλέα: ἀνατίθεμαι γὰρ τὸ ὅσα τύραννος μὴ πείσας γράφει νόμον εἶναι.
[45] ὅσα δὲ οἱ ὀλίγοι τοὺς πολλοὺς μὴ πείσαντες, ἀλλὰ κρατοῦντες γράφουσι, πότερον βίαν φῶμεν ἢ μὴ φῶμεν εἶναι; πάντα μοι δοκεῖ, φάναι τὸν Περικλέα, ὅσα τις μὴ πείσας ἀναγκάζει τινὰ ποιεῖν, εἴτε γράφων εἴτε μή, βία μᾶλλον ἢ νόμος εἶναι. καὶ ὅσα ἄρα τὸ πᾶν πλῆθος κρατοῦν τῶν τὰ χρήματα ἐχόντων γράφει μὴ πεῖσαν, βία μᾶλλον ἢ νόμος ἂν εἴη;
[46] μάλα τοι, φάναι τὸν Περικλέα, ὦ Ἀλκιβιάδη, καὶ ἡμεῖς τηλικοῦτοι ὄντως δεινοὶ τὰ τοιαῦτα ἦμεν: τοιαῦτα γὰρ καὶ ἐμελετῶμεν καὶ ἐσοφιζόμεθα οἷάπερ καὶ σὺ νῦν ἐμοὶ δοκεῖς μελετᾶν. τὸν δὲ Ἀλκιβιάδην φάναι: εἴθε σοι, ὦ Περίκλεις, τότε συνεγενόμην ὅτε δεινότατος ἑαυτοῦ ἦσθα.

[47] ἐπεὶ τοίνυν τάχιστα τῶν πολιτευομένων ὑπέλαβον κρείττονες εἶναι, Σωκράτει μὲν οὐκέτι προσῇσαν: οὔτε γὰρ αὐτοῖς ἄλλως ἤρεσκεν, εἴ τε προσέλθοιεν, ὑπὲρ ὧν ἡμάρτανον ἐλεγχόμενοι ἤχθοντο: τὰ δὲ τῆς πόλεως ἔπραττον, ὧνπερ ἕνεκεν καὶ Σωκράτει προσῆλθον. [48] ἀλλὰ Κρίτων τε Σωκράτους ἦν ὁμιλητὴς καὶ Χαιρεφῶν καὶ Χαιρεκράτης καὶ Ἑρμογένης καὶ Σιμμίας καὶ Κέβης καὶ Φαιδώνδας καὶ ἄλλοι, οἳ ἐκείνῳ συνῆσαν, οὐχ ἵνα δημηγορικοὶ ἢ δικανικοὶ γένοιντο, ἀλλ᾽ ἵνα καλοί τε κἀγαθοὶ γενόμενοι καὶ οἴκῳ καὶ οἰκέταις καὶ οἰκείοις καὶ φίλοις καὶ πόλει καὶ πολίταις δύναιντο καλῶς χρῆσθαι. καὶ τούτων οὐδεὶς οὔτε νεώτερος οὔτε πρεσβύτερος ὢν οὔτ᾽ ἐποίησε κακὸν οὐδὲν οὔτ᾽ αἰτίαν ἔσχεν.

[49] ἀλλὰ Σωκράτης γ᾽, ἔφη ὁ κατήγορος, τοὺς πατέρας προπηλακίζειν ἐδίδασκε, πείθων μὲν τοὺς συνόντας αὐτῷ σοφωτέρους ποιεῖν τῶν πατέρων, φάσκων δὲ κατὰ νόμον ἐξεῖναι παρανοίας ἑλόντι καὶ τὸν παρέρα δῆσαι, τεκμηρίῳ τούτῳ χρώμενος, ὡς τὸν ἀμαθέστερον ὑπὸ τοῦ σοφωτέρου νόμιμον εἴη δεδέσθαι.
[50] Σωκράτης δὲ τὸν μὲν ἀμαθίας ἕνεκα δεσμεύοντα δικαίως ἂν καὶ αὐτὸν ᾤετο δεδέσθαι ὑπὸ τῶν ἐπισταμένων ἃ μὴ αὐτὸς ἐπίσταται: καὶ τῶν τοιούτων ἕνεκα πολλάκις ἐσκόπει, τί διαφέρει μανίας ἀμαθία: καὶ τοὺς μὲν μαινομένους ᾤετο συμφερόντως ἂν δεδέσθαι καὶ ἑαυτοῖς καὶ τοῖς φίλοις, τοὺς δὲ μὴ ἐπισταμένους τὰ δέοντα δικαίως ἂν μανθάνειν παρὰ τῶν ἐπισταμένων.
[51] ἀλλὰ Σωκράτης γε, ἔφη ὁ κατήγορος, οὐ μόνον τοὺς πατέρας ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς ἐποίει ἐν ἀτιμίᾳ εἶναι παρὰ τοῖς ἑαυτῷ συνοῦσι,
λέγων ὡς οὔτε τοὺς κάμνοντας οὔτε τοὺς δικαζομένους οἱ συγγενεῖς ὠφελοῦσιν,
ἀλλὰ τοὺς μὲν οἱ ἰατροί, τοὺς δὲ οἱ συνδικεῖν ἐπιστάμενοι.
[52] ἔφη δὲ καὶ περὶ τῶν φίλων αὐτὸν λέγειν ὡς οὐδὲν ὄφελος εὔνους εἶναι,
εἰ μὴ καὶ ὠφελεῖν δυνήσονται:

μόνους δὲ φάσκειν αὐτὸν ἀξίους εἶναι τιμῆς τοὺς εἰδότας τὰ δέοντα καὶ ἑρμηνεῦσαι δυναμένους:
and he claimed only those worthy of honor to be those knowing 'the right thing to do' (τὰ δέοντα) and those able to interpret/explain:

ἀναπείθοντα οὖν τοὺς νέους αὐτόν,
he thus seducing/persuading those young men,

ὡς αὐτὸς εἴη σοφώτατός τε καὶ ἄλλους ἱκανώτατος ποιῆσαι σοφούς,
that he himself was most wise and most skillful in making others wise,

οὕτω διατιθέναι τοὺς ἑαυτῷ συνόντας, ὥστε μηδαμοῦ παρ᾽ αὐτοῖς τοὺς ἄλλους εἶναι πρὸς ἑαυτόν.
[53] ἐγὼ δ᾽ αὐτὸν οἶδα μὲν καὶ περὶ πατέρων τε καὶ τῶν ἄλλων συγγενῶν [τε] καὶ περὶ φίλων ταῦτα λέγοντα:
καὶ πρὸς τούτοις γε δή,
ὅτι τῆς ψυχῆς ἐξελθούσης,
ἐν ᾗ μόνῃ γίγνεται φρόνησις,
τὸ σῶμα τοῦ οἰκειοτάτου ἀνθρώπου τὴν ταχίστην ἐξενέγκαντες ἀφανίζουσιν.
the body of one's closest friend most quickly bearing-away (they) hide away [in a tomb].

[54] ἔλεγε δ᾽ ὅτι καὶ ζῶν ἕκαστος ἑαυτοῦ,
And he used to say that alive each one himself,

ὃ πάντων μάλιστα φιλεῖ,
who of all is (his own) best friend,

τοῦ σώματος ὅ τι ἂν ἀχρεῖον ᾖ καὶ ἀνωφελές,
of his body, that which might be unprofitable or useless,

αὐτός τε ἀφαιρεῖ καὶ ἄλλῳ παρέχει.
himself takes up (gets rid of), or offers himself to another [to do so].

αὐτοί τέ γε αὑτῶν ὄνυχάς τε καὶ τρίχας καὶ τύλους ἀφαιροῦσι
They themselves remove nails and hair and callouses

καὶ τοῖς ἰατροῖς παρέχουσι μετὰ πόνων τε καὶ ἀλγηδόνων καὶ ἀποτέμνειν καὶ ἀποκάειν,
and they let doctors, with pains and diseases, both cut and burn [them],

καὶ τούτων χάριν οἴονται δεῖν αὐτοῖς καὶ μισθὸν τίνειν:
and they believe they should be thankful to them and pay money/fees:

καὶ τὸ σίαλον ἐκ τοῦ στόματος ἀποπτύουσιν ὡς δύνανται πορρωτάτω,
and they spit out the saliva from the mouth as far as possible,

διότι ὠφελεῖ μὲν οὐδὲν αὐτοὺς ἐνόν, βλάπτει δὲ πολὺ μᾶλλον.

[55] ταῦτ᾽ οὖν ἔλεγεν οὐ τὸν μὲν πατέρα ζῶντα κατορύττειν διδάσκων, ἑαυτὸν δὲ κατατέμνειν, ἀλλ᾽ ἐπιδεικνύων ὅτι τὸ ἄφρον ἄτιμόν ἐστι παρεκάλει ἐπιμελεῖσθαι τοῦ ὡς φρονιμώτατον εἶναι καὶ ὠφελιμώτατον, ὅπως, ἐάν τε ὑπὸ πατρὸς ἐάν τε ὑπὸ ἀδελφοῦ ἐάν τε ὑπ᾽ ἄλλου τινὸς βούληται τιμᾶσθαι, μὴ τῷ οἰκεῖος εἶναι πιστεύων ἀμελῇ, ἀλλὰ πειρᾶται, ὑφ᾽ ὧν ἂν βούληται τιμᾶσθαι, τούτοις ὠφέλιμος εἶναι.

[56] ἔφη δ᾽ αὐτὸν ὁ κατήγορος καὶ τῶν ἐνδοξοτάτων ποιητῶν ἐκλεγόμενον τὰ πονηρότατα καὶ τούτοις μαρτυρίοις χρώμενον διδάσκειν τοὺς συνόντας κακούργους τε εἶναι καὶ τυραννικούς, Ἡσιόδου μὲν τὸ

“ἔργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ᾽ ὄνειδος:
”Hes. WD 309

τοῦτο δὴ λέγειν αὐτόν, ὡς ὁ ποιητὴς κελεύει μηδενὸς ἔργου μήτ᾽ ἀδίκου μήτ᾽ αἰσχροῦ ἀπέχεσθαι, ἀλλὰ καὶ ταῦτα ποιεῖν ἐπὶ τῷ κέρδει.

[57] Σωκράτης δ᾽ ἐπεὶ διομολογήσαιτο

τὸ μὲν ἐργάτην (worker) εἶναι / ὠφέλιμόν τε ἀνθρώπῳ καὶ ἀγαθὸν εἶναι,
τὸ δὲ ἀργὸν (idler) / βλαβερόν τε καὶ κακόν,

καὶ τὸ μὲν ἐργάζεσθαι (to work) / ἀγαθόν,
τὸ δ᾽ ἀργεῖν (to idle) / κακόν,

/ τοὺς μὲν ἀγαθόν τι ποιοῦντας / ἐργάζεσθαί τε ἔφη καὶ ἐργάτας ἀγαθοὺς εἶναι,
/ τοὺς δὲ κυβεύοντας ἤ τι ἄλλο πονηρὸν καὶ ἐπιζήμιον ποιοῦντας / ἀργοὺς ἀπεκάλει (called by name).

ἐκ δὲ τούτων ὀρθῶς ἂν ἔχοι τὸ“ἔργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ᾽ ὄνειδος.
”Hes. WD 309

[58] τὸ δὲ Ὀμήρου ἔφη ὁ κατήγορος πολλάκις αὐτὸν λέγειν, ὅτι Ὀδυσσεὺς

“ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
Whenever a king and a chief man he met,

τὸν δ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς:
standing by this one, with gentle words, he would restrain:

δαιμόνι᾽, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
"My good man, it is not fitting to frighten you like a coward,

ἀλλ᾽ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς.
But sit yourself down and sit down [your] other soldiers."

ὃν δ᾽ αὖ δήμου τ᾽ ἄνδρα ἴδοι βοόωντά τ᾽ ἐφεύροι,
but when seeing and finding a commoner shouting,

τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ:
this one with his scepter driving and commanding by word:

δαιμόνι᾽, ἀτρέμας ἧσο, καὶ ἄλλων μῦθον ἄκουε,
"My good man, sit down, and listen to the words of others,

οἳ σέο φέρτεροί εἰσι: σὺ δ᾽ ἀπτόλεμος καὶ ἄναλκις,
who are your betters: for you are no warrior and a weakling,

οὔτε ποτ᾽ ἐν πολέμῳ ἐναρίθμιος οὔτ᾽ ἐνὶ βουλῇ.
never reckoned, neither in battle nor in council.

”Hom. Il. 2.188

ταῦτα δὴ αὐτὸν ἐξηγεῖσθαι, ὡς ὁ ποιητὴς ἐπαινοίη παίεσθαι τοὺς δημότας καὶ πένητας.
And from this he insinuated (led out) that the poet praised the striking of the commoners and the poor.

[59] Σωκράτης δ᾽ οὐ ταῦτ᾽ ἔλεγε:
But Soc. did not say this:

καὶ γὰρ ἑαυτὸν οὕτω γ᾽ ἂν ᾤετο δεῖν παίεσθαι:
and in fact, if thus [opining] he thought it would be needed to strike himself:

ἀλλ᾽ ἔφη δεῖν τοὺς μήτε λόγῳ μήτ᾽ ἔργῳ ὠφελίμους ὄντας
but rather he said it must be those, neither by word nor by deed, being useful

μήτε στρατεύματι μήτε πόλει μήτε αὐτῷ τῷ δήμῳ,
neither for an expedition, nor to the city, nor to his own deme,

εἴ τι δέοι, βοηθεῖν ἱκανούς,
if something needed, capable to help,

ἄλλως τ᾽ ἐὰν πρὸς τούτῳ καὶ θρασεῖς ὦσι,
... if in addition to this also they are impudent,

πάντα τρόπον κωλύεσθαι,
to stop in all ways [possible],

κἂν πάνυ πλούσιοι τυγχάνωσιν ὄντες.
even if they happen to be very wealthy.

[60] ἀλλὰ Σωκράτης γε τἀναντία τούτων φανερὸς ἦν
καὶ δημοτικὸς καὶ φιλάνθρωπος ὤν.

ἐκεῖνος γὰρ πολλοὺς ἐπιθυμητὰς καὶ ἀστοὺς καὶ ξένους λαβὼν οὐδένα πώποτε μισθὸν τῆς συνουσίας ἐπράξατο, ἀλλὰ πᾶσιν ἀφθόνως ἐπήρκει τῶν ἑαυτοῦ: ὧν τινες μικρὰ μέρη παρ᾽ ἐκείνου προῖκα λαβόντες πολλοῦ τοῖς ἄλλοις ἐπώλουν, καὶ οὐκ ἦσαν ὥσπερ ἐκεῖνος δημοτικοί: τοῖς γὰρ μὴ ἔχουσι χρήματα διδόναι οὐκ ἤθελον διαλέγεσθαι.

[61] ἀλλὰ Σωκράτης γε καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους κόσμον τῇ πόλει παρεῖχε πολλῷ μᾶλλον ἢ Λίχας τῇ Λακεδαιμονίων, ὃς ὀνομαστὸς ἐπὶ τούτῳ γέγονε. Λίχας μὲν γὰρ ταῖς γυμνοπαιδίαις τοὺς ἐπιδημοῦντας ἐν Λακεδαίμονι ξένους ἐδείπνιζε, Σωκράτης δὲ διὰ παντὸς τοῦ βίου τὰ ἑαυτοῦ δαπανῶν τὰ μέγιστα πάντας τοὺς βουλομένους ὠφέλει: βελτίους γὰρ ποιῶν τοὺς συγγιγνομένους ἀπέπεμπεν.

[62] ἐμοὶ μὲν δὴ Σωκράτης τοιοῦτος ὢν ἐδόκει τιμῆς ἄξιος εἶναι τῇ πόλει μᾶλλον ἢ θανάτου. καὶ κατὰ τοὺς νόμους δὲ σκοπῶν ἄν τις τοῦθ᾽ εὕροι.
κατὰ γὰρ τοὺς νόμους,
ἐάν τις φανερὸς γένηται
κλέπτων - thieves
ἢ λωπο-δυτῶν - clothes-stealers, robbers
ἢ βαλλαντιο-τομῶν - cut-purses
ἢ τοιχ-ωρυχῶν - house-breakers, thieves
ἢ ἀνδραποδιζόμενος - kidnappers
ἢ ἱερο-συλῶν, - temple-robbers

τούτοις θάνατός ἐστιν ἡ ζημία: ὧν ἐκεῖνος πάντων ἀνθρώπων πλεῖστον ἀπεῖχεν.
for these [types] death is the penalty; from whom he (Soc.), of all men, stayed farthest away.

[63] ἀλλὰ μὴν τῇ πόλει γε
οὔτε πολέμου κακῶς συμβάντος
οὔτε στάσεως
οὔτε προδοσίας
οὔτε ἄλλου κακοῦ οὐδενὸς πώποτε αἴτιος ἐγένετο:
οὐδὲ μὴν ἰδίᾳ γε οὐδένα πώποτε ἀνθρώπων οὔτε ἀγαθῶν ἀπεστέρησεν οὔτε κακοῖς περιέβαλεν, ἀλλ᾽ οὐδ᾽ αἰτίαν τῶν εἰρημένων οὐδενὸς πώποτ᾽ ἔσχε.

[64] πῶς οὖν ἂν ἔνοχος εἴη τῇ γραφῇ;
ὃς ἀντὶ μὲν τοῦ μὴ νομίζειν θεούς, ὡς ἐν τῇ γραφῇ ἐγέγραπτο, φανερὸς ἦν θεραπεύων τοὺς θεοὺς μάλιστα τῶν ἄλλων ἀνθρώπων,
ἀντὶ δὲ τοῦ διαφθείρειν τοὺς νέους, ὃ δὴ ὁ γραψάμενος αὐτὸν ᾐτιᾶτο, φανερὸς ἦν τῶν συνόντων τοὺς πονηρὰς ἐπιθυμίας ἔχοντας τούτων μὲν παύων,
τῆς δὲ καλλίστης καὶ μεγαλοπρεπεστάτης ἀρετῆς,
ᾗ πόλεις τε καὶ οἶκοι εὖ οἰκοῦσι, προτρέπων ἐπιθυμεῖν:
ταῦτα δὲ πράττων πῶς οὐ μεγάλης ἄξιος ἦν τιμῆς τῇ πόλει;

3.

ὡς δὲ δὴ καὶ ὠφελεῖν ἐδόκει μοι τοὺς συνόντας
τὰ μὲν ἔργῳ δεικνύων ἑαυτὸν οἷος ἦν,
τὰ δὲ καὶ διαλεγόμενος,
τούτων δὴ γράψω ὁπόσα ἂν διαμνημονεύσω.

τὰ μὲν τοίνυν πρὸς τοὺς θεοὺς φανερὸς ἦν καὶ ποιῶν καὶ λέγων ᾗπερ ἡ Πυθία ἀποκρίνεται τοῖς ἐρωτῶσι πῶς δεῖ ποιεῖν
ἢ περὶ θυσίας
ἢ περὶ προγόνων θεραπείας
ἢ περὶ ἄλλου τινὸς τῶν τοιούτων:

ἥ τε γὰρ Πυθία νόμῳ πόλεως ἀναιρεῖ ποιοῦντας / εὐσεβῶς ἂν ποιεῖν,
which the Pythia answered "acting according to the law of the city, piously one would act."

Σωκράτης τε οὕτω καὶ αὐτὸς ἐποίει καὶ τοῖς ἄλλοις παρῄνει,
Soc. in this way, both himself acted and also counseled (παραινεω) others,

τοὺς δὲ ἄλλως πως ποιοῦντας περιέργους καὶ ματαίους ἐνόμιζεν εἶναι.
those doing otherwise presumptuous and foolish he believed to be.

[2] καὶ ηὔχετο δὲ πρὸς τοὺς θεοὺς ἁπλῶς τἀγαθὰ διδόναι,
And he used to pray to the gods simply to give [him] good gifts,

ὡς τοὺς θεοὺς κάλλιστα εἰδότας ὁποῖα ἀγαθά ἐστι:
for the gods know best what things are good:

τοὺς δ᾽ εὐχομένους χρυσίον ἢ ἀργύριον ἢ τυραννίδα ἢ ἄλλο τι τῶν τοιούτων
those praying for gold or silver or power or anything else of such

οὐδὲν διάφορον ἐνόμιζεν εὔχεσθαι
nothing different he believed to be

ἢ εἰ κυβείαν ἢ μάχην ἢ ἄλλο τι εὔχοιντο τῶν φανερῶς ἀδήλων ὅπως ἀποβήσοιτο.
than if they prayed [about] a gamble or a battle or anything else obviously unclear how it might turn out.

[3] θυσίας δὲ θύων μικρὰς ἀπὸ μικρῶν
οὐδὲν ἡγεῖτο μειοῦσθαι
τῶν ἀπὸ πολλῶν καὶ μεγάλων πολλὰ καὶ μεγάλα θυόντων.

οὔτε γὰρ τοῖς θεοῖς ἔφη καλῶς ἔχειν,
εἰ ταῖς μεγάλαις θυσίαις μᾶλλον ἢ ταῖς μικραῖς ἔχαιρον:
πολλάκις γὰρ ἂν αὐτοῖς τὰ παρὰ τῶν πονηρῶν μᾶλλον ἢ τὰ παρὰ τῶν χρηστῶν εἶναι κεχαρισμένα:
οὔτ᾽ ἂν τοῖς ἀνθρώποις ἄξιον εἶναι ζῆν,
εἰ τὰ παρὰ τῶν πονηρῶν μᾶλλον ἦν κεχαρισμένα τοῖς θεοῖς ἢ τὰ παρὰ τῶν χρηστῶν:
ἀλλ᾽ ἐνόμιζε τοὺς θεοὺς ταῖς παρὰ τῶν εὐσεβεστάτων τιμαῖς μάλιστα χαίρειν. ἐπαινέτης δ᾽ ἦν καὶ τοῦ ἔπους τούτου:“καδδύναμιν δ᾽ ἔρδειν ἱέρ᾽ ἀθανάτοισι θεοῖσι,
”Hes. WD 336
καὶ πρὸς φίλους δὲ καὶ ξένους καὶ πρὸς τὴν ἄλλην δίαιταν καλὴν ἔφη παραίνεσιν εἶναι τὴν καδδύναμιν δ᾽ ἔρδειν.
[4] εἰ δέ τι δόξειεν αὐτῷ σημαίνεσθαι παρὰ τῶν θεῶν, ἧττον ἂν ἐπείσθη παρὰ τὰ σημαινόμενα ποιῆσαι ἢ εἴ τις αὐτὸν ἔπειθεν ὁδοῦ λαβεῖν ἡγεμόνα τυφλὸν καὶ μὴ εἰδότα τὴν ὁδὸν ἀντὶ βλέποντος καὶ εἰδότος: καὶ τῶν ἄλλων δὲ μωρίαν κατηγόρει, οἵτινες παρὰ τὰ ὑπὸ τῶν θεῶν σημαινόμενα ποιοῦσί τι, φυλαττόμενοι τὴν παρὰ τοῖς ἀνθρώποις ἀδοξίαν: αὐτὸς δὲ πάντα τἀνθρώπινα ὑπερεώρα πρὸς τὴν παρὰ τῶν θεῶν συμβουλίαν.

[5] διαίτῃ δὲ τήν τε ψυχὴν ἐπαίδευσε καὶ τὸ σῶμα ᾗ χρώμενος ἄν τις, εἰ μή τι δαιμόνιον εἴη, θαρραλέως καὶ ἀσφαλῶς διάγοι καὶ οὐκ ἂν ἀπορήσειε τοσαύτης δαπάνης. οὕτω γὰρ εὐτελὴς ἦν, ὥστ᾽ οὐκ οἶδ᾽ εἴ τις οὕτως ἂν ὀλίγα ἐργάζοιτο ὥστε μὴ λαμβάνειν τὰ Σωκράτει ἀρκοῦντα. σίτῳ μὲν γὰρ τοσούτῳ ἐχρῆτο, ὅσον ἡδέως ἤσθιε, καὶ ἐπὶ τοῦτο οὕτω παρεσκευασμένος ᾔει ὥστε τὴν ἐπιθυμίαν τοῦ σίτου ὄψον αὐτῷ εἶναι: ποτὸν δὲ πᾶν ἡδὺ ἦν αὐτῷ διὰ τὸ μὴ πίνειν, εἰ μὴ διψῴη.
[6] εἰ δέ ποτε κληθεὶς ἐθελήσειεν ἐπὶ δεῖπνον ἐλθεῖν, ὃ τοῖς πλείστοις ἐργωδέστατόν ἐστιν, ὥστε φυλάξασθαι τὸ ὑπὲρ τὸν κόρον ἐμπίμπλασθαι, τοῦτο ῥᾳδίως πάνυ ἐφυλάττετο. τοῖς δὲ μὴ δυναμένοις τοῦτο ποιεῖν συνεβούλευε φυλάττεσθαι τὰ πείθοντα μὴ πεινῶντας ἐσθίειν μηδὲ διψῶντας πίνειν: καὶ γὰρ τὰ λυμαινόμενα γαστέρας καὶ κεφαλὰς καὶ ψυχὰς ταῦτ᾽ ἔφη εἶναι.
[7] οἴεσθαι δ᾽ ἔφη ἐπισκώπτων καὶ τὴν Κίρκην ὗς ποιεῖν τοιούτοις πολλοῖς δειπνίζουσαν: τὸν δὲ Ὀδυσσέα Ἑρμοῦ τε ὑποθημοσύνῃ καὶ αὐτὸν ἐγκρατῆ ὄντα καὶ ἀποσχόμενον τοῦ ὑπὲρ τὸν κόρον τῶν τοιούτων ἅπτεσθαι, διὰ ταῦτα οὐ γενέσθαι ὗν.

[8] τοιαῦτα μὲν περὶ τούτων ἔπαιζεν ἅμα σπουδάζων.

Ἀφροδισίων δὲ παρῄνει τῶν καλῶν ἰσχυρῶς ἀπέχεσθαι:
Of Aphrodite's beautiful things, he advised holding off resolutely:

οὐ γὰρ ἔφη ῥᾴδιον εἶναι τῶν τοιούτων ἁπτόμενον σωφρονεῖν.
"For not," he said, "is it easy to be sensible, once fastened upon such things."

ἀλλὰ καὶ Κριτόβουλόν ποτε τὸν Κρίτωνος πυθόμενος ὅτι ἐφίλησε τὸν Ἀλκιβιάδου υἱὸν καλὸν ὄντα,

παρόντος τοῦ Κριτοβούλου ἤρετο Ξενοφῶντα:

[9] εἰπέ μοι, ἔφη, ὦ Ξενοφῶν, οὐ σὺ Κριτόβουλον ἐνόμιζες εἶναι
τῶν σωφρονικῶν ἀνθρώπων μᾶλλον ἢ τῶν θρασέων
καὶ τῶν προνοητικῶν μᾶλλον ἢ τῶν ἀνοήτων τε καὶ ῥιψο-κινδύνων;
showing forethought rather than heedless and foolhardy (running needless risk)?

πάνυ μὲν οὖν, ἔφη ὁ Ξενοφῶν.

νῦν τοίνυν νόμιζε αὐτὸν θερμουργότατον εἶναι καὶ λεωργότατον:
But now he (Soc) believed him (C) to be most impetuous and audacious:
οὗτος κἂν εἰς μαχαίρας κυβιστήσειε κἂν εἰς πῦρ ἅλοιτο.
as if he were doing somersaults with swords and jumping into the fire.

[10] καὶ τί δή, ἔφη ὁ Ξενοφῶν, ἰδὼν ποιοῦντα τοιαῦτα κατέγνωκας αὐτοῦ;

οὐ γὰρ οὗτος, ἔφη, ἐτόλμησε τὸν Ἀλκιβιάδου υἱὸν φιλῆσαι, ὄντα εὐπροσωπότατον καὶ ὡραιότατον;

ἀλλ᾽ εἰ μέντοι, ἔφη ὁ Ξενοφῶν, τοιοῦτόν ἐστι τὸ ῥιψοκίνδυνον ἔργον, κἂν ἐγὼ δοκῶ μοι τὸν κίνδυνον τοῦτον ὑπομεῖναι.

[11] ὦ τλῆμον, ἔφη ὁ Σωκράτης, καὶ τί ἂν οἴει παθεῖν καλὸν φιλήσας;

ἆρ᾽ οὐκ ἂν αὐτίκα μάλα δοῦλος μὲν εἶναι ἀντ᾽ ἐλευθέρου, πολλὰ δὲ δαπανᾶν εἰς βλαβερὰς ἡδονάς, πολλὴν δὲ ἀσχολίαν ἔχειν τοῦ ἐπιμεληθῆναί τινος καλοῦ κἀγαθοῦ, σπουδάζειν δ᾽ ἀναγκασθῆναι ἐφ᾽ οἷς οὐδ᾽ ἂν μαινόμενος σπουδάσειεν;
[12] ὦ Ἡράκλεις, ἔφη ὁ Ξενοφῶν, ὡς δεινήν τινα λέγεις δύναμιν τοῦ φιλήματος εἶναι. καὶ τοῦτο, ἔφη ὁ Σωκράτης, θαυμάζεις; οὐκ οἶσθ᾽ ὅτι τὰ φαλάγγια οὐδ᾽ ἡμιωβελιαῖα τὸ μέγεθος ὄντα προσαψάμενα μόνον τῷ στόματι ταῖς τε ὀδύναις ἐπιτρίβει τοὺς ἀνθρώπους καὶ τοῦ φρονεῖν ἐξίστησι; ναὶ μὰ Δί᾽, ἔφη ὁ Ξενοφῶν: ἐνίησι γάρ τι τὰ φαλάγγια κατὰ τὸ δῆγμα.
[13] ὦ μῶρε, ἔφη ὁ Σωκράτης, τοὺς δὲ καλοὺς οὐκ οἴει φιλοῦντας ἐνιέναι τι, ὅτι σὺ οὐχ ὁρᾷς: οὐκ οἶσθ᾽ ὅτι τοῦτο τὸ θηρίον, ὃ καλοῦσι καλὸν καὶ ὡραῖον, τοσούτῳ δεινότερόν ἐστι τῶν φαλαγγίων, ὅσῳ ἐκεῖνα μὲν ἁψάμενα, τοῦτο δὲ οὐδ᾽ ἁπτόμενον, ἐάν τις αὐτὸ θεᾶται, ἐνίησί τι καὶ πάνυ πρόσωθεν τοιοῦτον ὥστε μαίνεσθαι ποιεῖν; [ἴσως δὲ καὶ οἱ ἔρωτες τοξόται διὰ τοῦτο καλοῦνται, ὅτι καὶ πρόσωθεν οἱ καλοὶ τιτρώσκουσιν.] ἀλλὰ συμβουλεύω σοι, ὦ Ξενοφῶν, ὁπόταν ἴδῃς τινὰ καλόν, φεύγειν προτροπάδην. σοὶ δ᾽, ὦ Κριτόβουλε, συμβουλεύω ἀπενιαυτίσαι: μόλις γὰρ ἂν ἴσως ἐν τοσούτῳ χρόνῳ [τὸ δῆγμα] ὑγιὴς γένοιο.

[14] οὕτω δὴ καὶ ἀφροδισιάζειν / τοὺς μὴ ἀσφαλῶς ἔχοντας πρὸς ἀφροδίσια [acc.pl] / ᾤετο χρῆναι πρὸς τοιαῦτα,
And thus about sex / those not safely in control of their passions / he believed to be upright about such things,

οἷα μὴ πάνυ μὲν δεομένου τοῦ σώματος / οὐκ ἂν προσδέξαιτο ἡ ψυχή,
which the body does not wholly need / the soul will not welcome,

δεομένου δὲ οὐκ ἂν πράγματα παρέχοι.
but if needed will not furnish problems.

αὐτὸς δὲ πρὸς ταῦτα φανερὸς ἦν οὕτω παρεσκευασμένος ὥστε ῥᾷον ἀπέχεσθαι τῶν καλλίστων καὶ ὡραιοτάτων ἢ οἱ ἄλλοι τῶν αἰσχίστων καὶ ἀωροτάτων.

[15] περὶ μὲν δὴ βρώσεως καὶ πόσεως καὶ ἀφροδισίων οὕτω κατεσκευασμένος ἦν
So concerning eating and drinking and sex, he was thus prepared (such were his views)

καὶ ᾤετο οὐδὲν ἂν ἧττον ἀρκούντως ἥδεσθαι τῶν πολλὰ ἐπὶ τούτοις πραγματευομένων,
and he believed [he would] be no less satisfied enjoying, than those giving themselve much to these.
λυπεῖσθαι δὲ πολὺ ἔλαττον.
and [he would] be grieved much less.

4.

εἰ δέ τινες Σωκράτην νομίζουσιν,
If any believe Socrates,

ὡς ἔνιοι γράφουσί τε καὶ λέγουσι περὶ αὐτοῦ τεκμαιρόμενοι,
as some writings and sayings about him infer,

προτρέψασθαι μὲν ἀνθρώπους ἐπ᾽ ἀρετὴν / κράτιστον γεγονέναι,
while exhorting men towards virtue / to have been the strongest,

προαγαγεῖν δ᾽ ἐπ᾽ αὐτὴν οὐχ ἱκανόν,
but persuading [them] of this [he was] not competent,

σκεψάμενοι μὴ μόνον
observe not only

ἃ ἐκεῖνος / κολαστηρίου ἕνεκα / τοὺς πάντ᾽ οἰομένους εἰδέναι ἐρωτῶν / ἤλεγχεν,
what he / with punishing questions/ those believing to know all / he cross-examined,

ἀλλὰ καὶ ἃ λέγων συνημέρευε τοῖς συνδιατρίβουσι,
but also what he daily said to his disciples,

δοκιμαζόντων εἰ ἱκανὸς ἦν βελτίους ποιεῖν τοὺς συνόντας.
in determination if he was competent in the improvement of his associates.

[2] λέξω δὲ πρῶτον ἅ ποτε αὐτοῦ ἤκουσα περὶ τοῦ δαιμονίου διαλεγομένου
First I will tell what I heard him discussing about the spirit

πρὸς Ἀριστόδημον τὸν μικρὸν ἐπικαλούμενον.
with Aristodemous, so-called The Little.

καταμαθὼν γὰρ αὐτὸν οὔτε θύοντα τοῖς θεοῖς οὔτε μαντικῇ χρώμενον,
Because learning that he was not sacrifing to the gods, nor relying on divination,

ἀλλὰ καὶ τῶν ποιούντων ταῦτα καταγελῶντα,
but even ridiculing those doing these things,

εἰπέ μοι, ἔφη, ὦ Ἀριστόδημε,
"Tell me," he said, "O Aristodemus,"

ἔστιν οὕστινας ἀνθρώπους τεθαύμακας ἐπὶ σοφίᾳ;
"Are there men who have astonished you with wisdom?"

ἔγωγ᾽, ἔφη.
"Certainly," he (A) said.

[3] καὶ ὅς, λέξον ἡμῖν, ἔφη, τὰ ὀνόματα αὐτῶν.
"And these, tell us," he said, "the their names."

ἐπὶ μὲν τοίνυν ἐπῶν ποιήσει Ὅμηρον ἔγωγε μάλιστα τεθαύμακα,
ἐπὶ δὲ διθυράμβῳ Μελανιππίδην,
ἐπὶ δὲ τραγῳδίᾳ Σοφοκλέα,
ἐπὶ δὲ ἀνδριαντοποιίᾳ Πολύκλειτον, - sculpture
ἐπὶ δὲ ζωγραφίᾳ Ζεῦξιν.

[4] πότερά σοι δοκοῦσιν οἱ ἀπεργαζόμενοι
εἴδωλα ἄφρονά τε καὶ ἀκίνητα ἀξιοθαυμαστότεροι εἶναι
ἢ οἱ ζῷα ἔμφρονά τε καὶ ἐνεργά;
πολὺ νὴ Δία οἱ ζῷα, εἴπερ γε μὴ τύχῃ τινί, ἀλλ᾽ ὑπὸ γνώμης ταῦτα γίγνεται.

τῶν δὲ ἀτεκμάρτως ἐχόντων ὅτου ἕνεκα ἔστι καὶ τῶν φανερῶς ἐπ᾽ ὠφελείᾳ ὄντων

πότερα τύχης καὶ πότερα γνώμης ἔργα κρίνεις;
which by chance and which by design do you judge?

πρέπει μὲν τὰ ἐπ᾽ ὠφελείᾳ γιγνόμενα γνώμης εἶναι ἔργα.
It seems those serving a purpose to be a work of design.

[5] οὐκοῦν δοκεῖ σοι ὁ ἐξ ἀρχῆς ποιῶν ἀνθρώπους / ἐπ᾽ ὠφελείᾳ προσθεῖναι αὐτοῖς δι᾽ ὧν αἰσθάνονται ἕκαστα,
Therefore does it seem to you the maker of man from the beginning / for a purpose put on them those [senses] through which they each perceive,

ὀφθαλμοὺς μὲν ὥσθ᾽ ὁρᾶν τὰ ὁρατά,
ὦτα δὲ ὥστ᾽ ἀκούειν τὰ ἀκουστά;

ὀσμῶν γε μήν,
Certainly of odors,

εἰ μὴ ῥῖνες προσετέθησαν,
unless noses put on,

τί ἂν ἡμῖν ὄφελος ἦν;
what use would they be to us?

τίς δ᾽ ἂν αἴσθησις ἦν γλυκέων καὶ δριμέων καὶ πάντων τῶν διὰ στόματος ἡδέων,
How might perception be of sweetness and bitterness and all things that are enjoyed throught the mouth,

εἰ μὴ γλῶττα τούτων γνώμων ἐνειργάσθη;
unless the tongue, the interpreter of these, was created?


[6] πρὸς δὲ τούτοις
In addition to these

οὐ δοκεῖ σοι καὶ τάδε προνοίας ἔργοις ἐοικέναι,
does it not seem to you also these look like forethought works,

τὸ ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις,
Since eyesight (eyeballs) is weak

βλεφάροις αὐτὴν θυρῶσαι,
this is 'doored' with eyelids,

ἅ, ὅταν μὲν αὐτῇ χρῆσθαί τι δέῃ,
which, when it is needed,

ἀναπετάννυται,
open

ἐν δὲ τῷ ὕπνῳ συγκλείεται,
but during sleep close,

ὡς δ᾽ ἂν μηδὲ ἄνεμοι βλάπτωσιν,
so that the winds might not harm them,

ἡθμὸν βλεφαρίδας ἐμφῦσαι,
lashes are rooted on the eyelids,

ὀφρύσι τε ἀπογεισῶσαι τὰ ὑπὲρ τῶν ὀμμάτων,
and with a brow overhanging above the eyes,

ὡς μηδ᾽ ὁ ἐκ τῆς κεφαλῆς ἱδρὼς κακουργῇ:
so that not one drop of sweat from the head hurts them:

τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι μὲν πάσας φωνάς,
and hearing accepts all sounds,

ἐμπίμπλασθαι δὲ μήποτε:
but is never filled up:

καὶ τοὺς μὲν πρόσθεν ὀδόντας πᾶσι ζῴοις οἵους τέμνειν εἶναι,
and the front teeth are for all animals those which cut,

τοὺς δὲ γομφίους οἵους / παρὰ τούτων δεξαμένους / λεαίνειν:
while the chompers (molars) / from them receiving / to grind

καὶ στόμα μέν,
and the mouth,

δι᾽ οὗ ὧν ἐπιθυμεῖ τὰ ζῷα εἰσπέμπεται,
through where which the animals desire to ingest,

πλησίον ὀφθαλμῶν καὶ ῥινῶν καταθεῖναι:
near the eyes and nostrils is set:

ἐπεὶ δὲ τὰ ἀποχωροῦντα δυσχερῆ,
while the goings-out are unpleasant,

ἀποστρέψαι τοὺς τούτων ὀχετοὺς [καὶ ἀπενεγκεῖν]
the ducts for these turn away and bear away from

ᾗ δυνατὸν προσωτάτω ἀπὸ τῶν αἰσθήσεων:
as far as possible from the sensory organs:

ταῦτα οὕτω προνοητικῶς πεπραγμένα ἀπορεῖς πότερα τύχης ἢ γνώμης ἔργα ἐστίν;
thus [do] these carefully thought-out matters leave you confused whether the arrangements are by chance or by design?

[7] οὐ μὰ τὸν Δί᾽, ἔφη,
"No, by Zeus," he said,

ἀλλ᾽ οὕτω γε σκοπουμένῳ πάνυ ἔοικε ταῦτα σοφοῦ τινος δημιουργοῦ καὶ φιλοζῴου τεχνήμασι.
"But certainly by observation it wholly seems these to be some product of wise and life-loving craftsmanship."

τὸ δὲ ἐμφῦσαι μὲν ἔρωτα τῆς τεκνοποιίας,
And the deeply rooted desire for child-bearing,

ἐμφῦσαι δὲ ταῖς γειναμέναις ἔρωτα τοῦ ἐκτρέφειν,
and the deeply rooted mothers' desire to rear [her children],

τοῖς δὲ τραφεῖσι μέγιστον μὲν πόθον τοῦ ζῆν, μέγιστον δὲ φόβον τοῦ θανάτου;
and of the child's great yearning for life, and great fear of death?

ἀμέλει καὶ ταῦτα ἔοικε μηχανήμασί τινος ζῷα εἶναι βουλευσαμένου.
Of course these seem a contrivance of one wishing for life to be.

[8] σὺ δὲ σαυτῷ δοκεῖς τι φρόνιμον ἔχειν;
Do you think yourself wise/

ἐρώτα γοῦν καὶ ἀποκρινοῦμαι.
Well, ask me a question and I will answer.

ἄλλοθι δὲ οὐδαμοῦ οὐδὲν οἴει φρόνιμον εἶναι;
From nowhere else no one you think to be wise?

καὶ ταῦτ᾽ εἰδὼς ὅτι γῆς τε μικρὸν μέρος
And this [you think], knowing that a small part of earth

ἐν τῷ σώματι
in your body

πολλῆς οὔσης ἔχεις
many being you have

καὶ ὑγροῦ βραχὺ πολλοῦ ὄντος
and a little water, there being much

καὶ τῶν ἄλλων δήπου μεγάλων ὄντων
and I suppose, of all other great things

ἑκάστου μικρὸν μέρος λαβόντι
of each a small part taking

τὸ σῶμα συνήρμοσταί σοι:
your body has been constructed:

νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σε εὐτυχῶς πως δοκεῖς συναρπάσαι,
but the mind alone, since it is of nothing, you must think how lucky you are to have seized upon it,

καὶ τάδε τὰ ὑπερμεγέθη καὶ πλῆθος ἄπειρα δι᾽ ἀφροσύνην τινά,
and these boundless things, great and many, through some unconsciousness,

ὡς οἴει, εὐτάκτως ἔχειν;
as you think to good fortune?

[9] μὰ Δί᾽ οὐ γὰρ ὁρῶ τοὺς κυρίους,
"By Zeus, I do not see their makers.

ὥσπερ τῶν ἐνθάδε γιγνομένων τοὺς δημιουργούς.
as

οὐδὲ γὰρ τὴν σαυτοῦ σύγε ψυχὴν ὁρᾷς,
Neither do you see your own soul,

ἣ τοῦ σώματος κυρία ἐστίν:
which is the master of your body:

ὥστε κατά γε τοῦτο ἔξεστί σοι λέγειν,
so by this [reasoning] you could say,

ὅτι οὐδὲν γνώμῃ, ἀλλὰ τύχῃ πάντα πράττεις.
that nothing is by purpose, but by chance you do everything

[10] καὶ ὁ Ἀριστόδημος, οὔτοι, ἔφη, ἐγώ, ὦ Σώκρατες, ὑπερορῶ τὸ δαιμόνιον,
And Aristodemus said, "I certainly do not dismiss the spirit.

ἀλλ᾽ ἐκεῖνο μεγαλοπρεπέστερον ἡγοῦμαι <ἢ> ὡς τῆς ἐμῆς θεραπείας προσδεῖσθαι.
but I believe it to be more magnificent than as to need my service.


οὐκοῦν, ἔφη, ὅσῳ μεγαλοπρεπέστερον <ὂν> ἀξιοῖ σε θεραπεύειν, τοσούτῳ μᾶλλον τιμητέον αὐτό.

[11] εὖ ἴσθι, ἔφη, ὅτι, εἰ νομίζοιμι θεοὺς ἀνθρώπων τι φροντίζειν, οὐκ ἂν ἀμελοίην αὐτῶν. ἔπειτ᾽ οὐκ οἴει φροντίζειν; οἳ πρῶτον μὲν μόνον τῶν ζῴων ἄνθρωπον ὀρθὸν ἀνέστησαν: ἡ δὲ ὀρθότης καὶ προορᾶν πλέον ποιεῖ δύνασθαι καὶ τὰ ὕπερθεν μᾶλλον θεᾶσθαι καὶ ἧττον κακοπαθεῖν καὶ ὄψιν καὶ ἀκοὴν καὶ στόμα ἐνεποίησαν: ἔπειτα τοῖς μὲν ἄλλοις ἑρπετοῖς πόδας ἔδωκαν, οἳ τὸ πορεύεσθαι μόνον παρέχουσιν, ἀνθρώπῳ δὲ καὶ χεῖρας προσέθεσαν, αἳ τὰ πλεῖστα οἷς εὐδαιμονέστεροι ἐκείνων ἐσμὲν ἐξεργάζονται.

[12] καὶ μὴν γλῶττάν γε πάντων τῶν ζῴων ἐχόντων, μόνην τὴν τῶν ἀνθρώπων ἐποίησαν οἵαν ἄλλοτε ἀλλαχῇ ψαύουσαν τοῦ στόματος ἀρθροῦν τε τὴν φωνὴν καὶ σημαίνειν πάντα ἀλλήλοις ἃ βουλόμεθα. τὸ δὲ καὶ τὰς τῶν ἀφροδισίων ἡδονὰς τοῖς μὲν ἄλλοις ζῴοις δοῦναι περιγράψαντας τοῦ ἔτους χρόνον, ἡμῖν δὲ συνεχῶς μέχρι γήρως ταῦτα παρέχειν.

[13] οὐ τοίνυν μόνον ἤρκεσε τῷ θεῷ τοῦ σώματος ἐπιμεληθῆναι, ἀλλ᾽, ὅπερ μέγιστόν ἐστι, καὶ τὴν ψυχὴν κρατίστην τῷ ἀνθρώπῳ ἐνέφυσε. τίνος γὰρ ἄλλου ζῴου ψυχὴ πρῶτα μὲν θεῶν τῶν τὰ μέγιστα καὶ κάλλιστα συνταξάντων ᾔσθηται ὅτι εἰσί; τί δὲ φῦλον ἄλλο ἢ ἄνθρωποι θεοὺς θεραπεύουσι; ποία δὲ ψυχὴ τῆς ἀνθρωπίνης ἱκανωτέρα προφυλάττεσθαι ἢ λιμὸν ἢ δίψος ἢ ψύχη ἢ θάλπη, ἢ νόσοις ἐπικουρῆσαι, ἢ ῥώμην ἀσκῆσαι, ἢ πρὸς μάθησιν ἐκπονῆσαι, ἢ ὅσα ἂν ἀκούσῃ ἢ ἴδῃ ἢ μάθῃ ἱκανωτέρα ἐστὶ διαμεμνῆσθαι;

[14] οὐ γὰρ πάνυ σοι κατάδηλον ὅτι παρὰ τἆλλα ζῷα ὥσπερ θεοὶ ἄνθρωποι βιοτεύουσι, φύσει καὶ τῷ σώματι καὶ τῇ ψυχῇ κρατιστεύοντες; οὔτε γὰρ βοὸς ἂν ἔχων σῶμα, ἀνθρώπου δὲ γνώμην ἐδύνατ᾽ ἂν πράττειν ἃ ἐβούλετο, οὔθ᾽ ὅσα χεῖρας ἔχει, ἄφρονα δ᾽ ἐστί, πλέον οὐδὲν ἔχει. σὺ δ᾽ ἀμφοτέρων τῶν πλείστου ἀξίων τετυχηκὼς οὐκ οἴει σοῦ θεοὺς ἐπιμελεῖσθαι; ἀλλ᾽ ὅταν τί ποιήσωσι, νομιεῖς αὐτοὺς σοῦ φροντίζειν;

[15] ὅταν πέμπωσιν, ὥσπερ σὺ φὴς πέμπειν αὐτούς, συμβούλους ὅ τι χρὴ ποιεῖν καὶ μὴ ποιεῖν. ὅταν δὲ Ἀθηναίοις, ἔφη, πυνθανομένοις τι διὰ μαντικῆς φράζωσιν, οὐ καὶ σοὶ δοκεῖς φράζειν αὐτούς, οὐδ᾽ ὅταν τοῖς Ἕλλησι τέρατα πέμποντες προσημαίνωσιν, οὐδ᾽ ὅταν πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνον σὲ ἐξαιροῦντες ἐν ἀμελείᾳ κατατίθενται;

[16] οἴει δ᾽ ἂν τοὺς θεοὺς τοῖς ἀνθρώποις δόξαν ἐμφῦσαι ὡς ἱκανοί εἰσιν εὖ καὶ κακῶς ποιεῖν, εἰ μὴ δυνατοὶ ἦσαν, καὶ ἀνθρώπους ἐξαπατωμένους τὸν πάντα χρόνον οὐδέποτ᾽ ἂν αἰσθέσθαι; οὐχ ὁρᾷς ὅτι τὰ πολυχρονιώτατα καὶ σοφώτατα τῶν ἀνθρωπίνων, πόλεις καὶ ἔθνη, θεοσεβέστατά ἐστι, καὶ αἱ φρονιμώταται ἡλικίαι θεῶν ἐπιμελέσταται;

[17] ὠγαθέ, ἔφη, κατάμαθε ὅτι καὶ ὁ σὸς νοῦς ἐνὼν τὸ σὸν σῶμα ὅπως βούλεται μεταχειρίζεται. οἴεσθαι οὖν χρὴ καὶ τὴν ἐν <τῷ> παντὶ φρόνησιν τὰ πάντα, ὅπως ἂν αὐτῇ ἡδὺ ᾖ, οὕτω τίθεσθαι, καὶ μὴ τὸ σὸν μὲν ὄμμα δύνασθαι ἐπὶ πολλὰ στάδια ἐξικνεῖσθαι, τὸν δὲ τοῦ θεοῦ ὀφθαλμὸν ἀδύνατον εἶναι ἅμα πάντα ὁρᾶν, μηδὲ τὴν σὴν μὲν ψυχὴν καὶ περὶ τῶν ἐνθάδε καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Σικελίᾳ δύνασθαι φροντίζειν, τὴν δὲ τοῦ θεοῦ φρόνησιν μὴ ἱκανὴν εἶναι ἅμα πάντων ἐπιμελεῖσθαι.

[18] ἂν μέντοι, ὥσπερ ἀνθρώπους θεραπεύων γιγνώσκεις
But certainly, just as you learn by serving men

τοὺς ἀντιθεραπεύειν ἐθέλοντας
those who are willing to serve in return

καὶ χαριζόμενος τοὺς ἀντιχαριζομένους
and gratifying those who reciprocate

καὶ συμβουλευόμενος καταμανθάνεις τοὺς φρονίμους,
and deliberating you find out the wise men,

οὕτω καὶ τῶν θεῶν πεῖραν λαμβάνῃς θεραπεύων,
thus also try to serve the gods,

εἴ τί σοι θελήσουσι περὶ τῶν ἀδήλων ἀνθρώποις συμβουλεύειν,
if how they will aid you by advising about things unclear to men,

γνώσει τὸ θεῖον ὅτι τοσοῦτον καὶ τοιοῦτόν ἐστιν
then you will know the divinity that is of such size and kind

ὥσθ᾽ ἅμα πάντα ὁρᾶν καὶ πάντα ἀκούειν καὶ πανταχοῦ παρεῖναι καὶ ἅμα πάντων ἐπιμελεῖσθαι [αὐτούς].

[19] ἐμοὶ μὲν οὖν ταῦτα λέγων οὐ μόνον τοὺς συνόντας ἐδόκει ποιεῖν

ὁπότε ὑπὸ τῶν ἀνθρώπων ὁρῷντο,

ἀπέχεσθαι τῶν ἀνοσίων τε καὶ ἀδίκων καὶ αἰσχρῶν,

ἀλλὰ καὶ ὁπότε ἐν ἐρημίᾳ εἶεν,

ἐπείπερ ἡγήσαιντο μηδὲν ἄν ποτε ὧν πράττοιεν θεοὺς διαλαθεῖν.

5.

εἰ δὲ δὴ καὶ ἐγκράτεια καλόν τε κἀγαθὸν ἀνδρὶ κτῆμά ἐστιν,

ἐπισκεψώμεθα εἴ τι προυβίβαζε λέγων εἰς ταύτην τοιάδε:

ὦ ἄνδρες,

εἰ πολέμου ἡμῖν γενομένου βουλοίμεθα ἑλέσθαι ἄνδρα,
if, being our enemy, we might wish to select a leader,

ὑφ᾽ οὗ μάλιστ᾽ ἂν αὐτοὶ μὲν σῳζοίμεθα,
by whom very much might we ourselves be saved,

τοὺς δὲ πολεμίους χειροίμεθα,
and the enemy subdued,

ἆρ᾽ ὅντινα [ἂν] αἰσθανοίμεθα ἥττω γαστρὸς ἢ οἴνου ἢ ἀφροδισίων ἢ πόνου ἢ ὕπνου,
then, anyone we might see to be weaker than gluttony or wine or sex or pain or sleep,

τοῦτον ἂν αἱροίμεθα;
this one might we choose?

καὶ πῶς ἂν οἰηθείημεν τὸν τοιοῦτον ἢ ἡμᾶς σῶσαι ἢ τοὺς πολεμίους κρατῆσαι;
And how could we expect such a one either can save us or defeat our enemies?

[2] εἰ δ᾽ ἐπὶ τελευτῇ τοῦ βίου
If at the end of life

γενόμενοι
arriving

βουλοίμεθά τῳ ἐπιτρέψαι
we would wish someone to entrust

ἢ παῖδας ἄρρενας παιδεῦσαι
to educate our masculine children

ἢ θυγατέρας παρθένους διαφυλάξαι
or to watch over our virgin daughters

ἢ χρήματα διασῶσαι,
or to preserve our property,

ἆρ᾽ ἀξιόπιστον εἰς ταῦθ᾽ ἡγησόμεθα τὸν ἀκρατῆ [acc.];
then trustworthy upon this would we believe the helpless?

δούλῳ δ᾽ ἀκρατεῖ ἐπιτρέψαιμεν ἂν ἢ βοσκήματα ἢ ταμιεῖα ἢ ἔργων ἐπιστασίαν;
And would we entrust to an irresponsible slave either cattle herds or household stewardship or [any] skilled work?

διάκονον δὲ καὶ ἀγοραστὴν τοιοῦτον ἐθελήσαιμεν ἂν προῖκα λαβεῖν;
Would you want to willingly take such a slave as a servant or purchaser?

[3] ἀλλὰ μὴν εἴ γε μηδὲ δοῦλον ἀκρατῆ δεξαίμεθ᾽ ἄν,
And if we wouldn't accept such an irresponsible slave,

πῶς οὐκ ἄξιον αὐτόν γε φυλάξασθαι τοιοῦτον γενέσθαι;
would it not be worthy oneself to guard from becoming such?

καὶ γὰρ οὐχ ὥσπερ οἱ πλεονέκται τῶν ἄλλων ἀφαιρούμενοι χρήματα ἑαυτοὺς δοκοῦσι πλουτίζειν,
For not as the greedy taking away property from others, them apparently enrich themselves,

οὕτως ὁ ἀκρατὴς τοῖς μὲν ἄλλοις βλαβερός,
thus? the irresponsible harming the others,

ἑαυτῷ δ᾽ ὠφέλιμος,
and helping himself

ἀλλὰ κακοῦργος μὲν τῶν ἄλλων,
but doing evil to others

ἑαυτοῦ δὲ πολὺ κακουργότερος,
himself most severely injures,

εἴ γε κακουργότατόν ἐστι μὴ μόνον τὸν οἶκον τὸν ἑαυτοῦ φθείρειν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχήν:

[4] ἐν συνουσίᾳ δὲ τίς ἂν ἡσθείη τῷ τοιούτῳ, ὃν εἰδείη τῷ ὄψῳ τε καὶ τῷ οἴνῳ χαίροντα μᾶλλον ἢ τοῖς φίλοις καὶ τὰς πόρνας ἀγαπῶντα μᾶλλον ἢ τοὺς ἑταίρους; ἆρά γε οὐ χρὴ πάντα ἄνδρα, ἡγησάμενον τὴν ἐγκράτειαν ἀρετῆς εἶναι κρηπῖδα, ταύτην πρῶτον ἐν τῇ ψυχῇ κατασκευάσασθαι; [5] τίς γὰρ ἄνευ ταύτης ἢ μάθοι τι ἂν ἀγαθὸν ἢ μελετήσειεν ἀξιολόγως; ἢ τίς οὐκ ἂν ταῖς ἡδοναῖς δουλεύων αἰσχρῶς διατεθείη καὶ τὸ σῶμα καὶ τὴν ψυχήν; ἐμοὶ μὲν δοκεῖ νὴ τὴν Ἥραν ἐλευθέρῳ μὲν ἀνδρὶ εὐκτὸν εἶναι μὴ τυχεῖν δούλου τοιούτου, δουλεύοντα δὲ ταῖς τοιαύταις ἡδοναῖς ἱκετευτέον τοὺς θεοὺς δεσποτῶν ἀγαθῶν τυχεῖν: οὕτω γὰρ ἂν μόνως ὁ τοιοῦτος σωθείη. [6] τοιαῦτα δὲ λέγων ἔτι ἐγκρατέστερον τοῖς ἔργοις ἢ τοῖς λόγοις ἑαυτὸν ἐπεδείκνυεν: οὐ γὰρ μόνον τῶν διὰ τοῦ σώματος ἡδονῶν ἐκράτει, ἀλλὰ καὶ τῆς διὰ τῶν χρημάτων, νομίζων τὸν παρὰ τοῦ τυχόντος χρήματα λαμβάνοντα δεσπότην ἑαυτοῦ καθιστάναι καὶ δουλεύειν δουλείαν οὐδεμιᾶς ἧττον αἰσχράν.

6.

ἄξιον δ᾽ αὐτοῦ καὶ ἃ πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν διελέχθη μὴ παραλιπεῖν. ὁ γὰρ Ἀντιφῶν ποτε βουλόμενος τοὺς συνουσιαστὰς αὐτοῦ παρελέσθαι προσελθὼν τῷ Σωκράτει παρόντων αὐτῶν ἔλεξε τάδε: [2] ὦ Σώκρατες, ἐγὼ μὲν ᾤμην τοὺς φιλοσοφοῦντας εὐδαιμονεστέρους χρῆναι γίγνεσθαι: σὺ δέ μοι δοκεῖς τἀναντία τῆς φιλοσοφίας ἀπολελαυκέναι. ζῇς γοῦν οὕτως ὡς οὐδ᾽ ἂν εἷς δοῦλος ὑπὸ δεσπότῃ διαιτώμενος μείνειε: σῖτά τε σιτῇ καὶ ποτὰ πίνεις τὰ φαυλότατα, καὶ ἱμάτιον ἠμφίεσαι οὐ μόνον φαῦλον, ἀλλὰ τὸ αὐτὸ θέρους τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς. [3] καὶ μὴν χρήματά γε οὐ λαμβάνεις, ἃ καὶ κτωμένους εὐφραίνει καὶ κεκτημένους ἐλευθεριώτερόν τε καὶ ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὥσπερ καὶ τῶν ἄλλων ἔργων οἱ διδάσκαλοι τοὺς μαθητὰς μιμητὰς ἑαυτῶν ἀποδεικνύουσιν, οὕτω καὶ σὺ τοὺς συνόντας διαθήσεις, νόμιζε κακοδαιμονίας διδάσκαλος εἶναι. [4] καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε: δοκεῖς μοι, ὦ Ἀντιφῶν, ὑπειληφέναι με οὕτως ἀνιαρῶς ζῆν, ὥστε πέπεισμαι σὲ μᾶλλον ἀποθανεῖν ἂν ἑλέσθαι ἢ ζῆν ὥσπερ ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ᾔσθησαι τοῦ ἐμοῦ βίου. [5] πότερον ὅτι τοῖς μὲν λαμβάνουσιν ἀργύριον ἀναγκαῖόν ἐστιν ἀπεργάζεσθαι τοῦτο ἐφ᾽ ᾧ ἂν μισθὸν λάβωσιν, ἐμοὶ δὲ μὴ λαμβάνοντι οὐκ ἀνάγκη διαλέγεσθαι ᾧ ἂν μὴ βούλωμαι; ἢ τὴν δίαιτάν μου φαυλίζεις ὡς ἧττον μὲν ὑγιεινὰ ἐσθίοντος ἐμοῦ ἢ σοῦ, ἧττον δὲ ἰσχὺν παρέχοντα; ἢ ὡς χαλεπώτερα πορίσασθαι τὰ ἐμὰ διαιτήματα τῶν σῶν διὰ τὸ σπανιώτερά τε καὶ πολυτελέστερα εἶναι; ἢ ὡς ἡδίω σοι ἃ σὺ παρασκευάζῃ ὄντα ἢ ἐμοὶ ἃ ἐγώ; οὐκ οἶσθ᾽ ὅτι ὁ μὲν ἥδιστα ἐσθίων ἥκιστα ὄψου δεῖται, ὁ δὲ ἥδιστα πίνων ἥκιστα τοῦ μὴ παρόντος ἐπιθυμεῖ ποτοῦ; [6] τά γε μὴν ἱμάτια οἶσθ᾽ ὅτι οἱ μεταβαλλόμενοι ψύχους καὶ θάλπους ἕνεκα μεταβάλλονται, καὶ ὑποδήματα ὑποδοῦνται, ὅπως μὴ διὰ τὰ λυποῦντα τοὺς πόδας κωλύωνται πορεύεσθαι: ἤδη οὖν ποτε ᾔσθου ἐμὲ ἢ διὰ ψῦχος μᾶλλόν του ἔνδον μένοντα, ἢ διὰ θάλπος μαχόμενόν τῳ περὶ σκιᾶς, ἢ διὰ τὸ ἀλγεῖν τοὺς πόδας οὐ βαδίζοντα ὅπου ἂν βούλωμαι; [7] οὐκ οἶσθ᾽ ὅτι οἱ φύσει ἀσθενέστατοι τῷ σώματι μελετήσαντες τῶν ἰσχυροτάτων ἀμελησάντων κρείττους τε γίγνονται πρὸς ἃ ἂν μελετῶσι καὶ ῥᾷον αὐτὰ φέρουσιν; ἐμὲ δὲ ἄρα οὐκ οἴει, τῷ σώματι ἀεὶ τὰ συντυγχάνοντα μελετῶντα καρτερεῖν, πάντα ῥᾷον φέρειν σοῦ μὴ μελετῶντος; [8] τοῦ δὲ μὴ δουλεύειν γαστρὶ μηδ᾽ ὕπνῳ καὶ λαγνείᾳ οἴει τι ἄλλο αἰτιώτερον εἶναι ἢ τὸ ἕτερα ἔχειν τούτων ἡδίω, ἃ οὐ μόνον ἐν χρείᾳ ὄντα εὐφραίνει, ἀλλὰ καὶ ἐλπίδας παρέχοντα ὠφελήσειν ἀεί; καὶ μὴν τοῦτό γε οἶσθα, ὅτι οἱ μὲν οἰόμενοι μηδὲν εὖ πράττειν οὐκ εὐφραίνονται, οἱ δὲ ἡγούμενοι καλῶς προχωρεῖν ἑαυτοῖς ἢ γεωργίαν ἢ ναυκληρίαν ἢ ἄλλ᾽ ὅ τι ἂν τυγχάνωσιν ἐργαζόμενοι ὡς εὖ πράττοντες εὐφραίνονται. [9] οἴει οὖν ἀπὸ πάντων τούτων τοσαύτην ἡδονὴν εἶναι ὅσην ἀπὸ τοῦ ἑαυτόν τε ἡγεῖσθαι βελτίω γίγνεσθαι καὶ φίλους ἀμείνους κτᾶσθαι; ἐγὼ τοίνυν διατελῶ ταῦτα νομίζων. ἐὰν δὲ δὴ φίλους ἢ πόλιν ὠφελεῖν δέῃ, ποτέρῳ ἡ πλείων σχολὴ τούτων ἐπιμελεῖσθαι, τῷ ὡς ἐγὼ νῦν ἢ τῷ ὡς σὺ μακαρίζεις διαιτωμένῳ; στρατεύοιτο δὲ πότερος ἂν ῥᾷον, ὁ μὴ δυνάμενος ἄνευ πολυτελοῦς διαίτης ζῆν ἢ ᾧ τὸ παρὸν ἀρκοίη; ἐκπολιορκηθείη δὲ πότερος ἂν θᾶττον, ὁ τῶν χαλεπωτάτων εὑρεῖν δεόμενος ἢ ὁ τοῖς ῥᾴστοις ἐντυγχάνειν ἀρκούντως χρώμενος; [10] ἔοικας, ὦ Ἀντιφῶν, τὴν εὐδαιμονίαν οἰομένῳ τρυφὴν καὶ πολυτέλειαν εἶναι: ἐγὼ δὲ νομίζω τὸ μὲν μηδενὸς δεῖσθαι θεῖον εἶναι, τὸ δ᾽ ὡς ἐλαχίστων ἐγγυτάτω τοῦ θείου, καὶ τὸ μὲν θεῖον κράτιστον, τὸ δ᾽ ἐγγυτάτω τοῦ θείου ἐγγυτάτω τοῦ κρατίστου. [11]

πάλιν δέ ποτε ὁ Ἀντιφῶν διαλεγόμενος τῷ Σωκράτει εἶπεν: ὦ Σώκρατες, ἐγώ τοί σε δίκαιον μὲν νομίζω, σοφὸν δὲ οὐδ᾽ ὁπωστιοῦν: δοκεῖς δέ μοι καὶ αὐτὸς τοῦτο γιγνώσκειν: οὐδένα γοῦν τῆς συνουσίας ἀργύριον πράττῃ. καίτοι τό γε ἱμάτιον ἢ τὴν οἰκίαν ἢ ἄλλο τι ὧν κέκτησαι νομίζων ἀργυρίου ἄξιον εἶναι οὐδενὶ ἂν μὴ ὅτι προῖκα δοίης, ἀλλ᾽ οὐδ᾽ ἔλαττον τῆς ἀξίας λαβών. [12] δῆλον δὴ ὅτι εἰ καὶ τὴν συνουσίαν ᾤου τινὸς ἀξίαν εἶναι, καὶ ταύτης ἂν οὐκ ἔλαττον τῆς ἀξίας ἀργύριον ἐπράττου. δίκαιος μὲν οὖν ἂν εἴης, ὅτι οὐκ ἐξαπατᾷς ἐπὶ πλεονεξίᾳ, σοφὸς δὲ οὐκ ἄν, μηδενός γε ἄξια ἐπιστάμενος. [13] ὁ δὲ Σωκράτης πρὸς ταῦτα εἶπεν: ὦ Ἀντιφῶν, παρ᾽ ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατίθεσθαι εἶναι. τήν τε γὰρ ὥραν ἐὰν μέν τις ἀργυρίου πωλῇ τῷ βουλομένῳ, πόρνον αὐτὸν ἀποκαλοῦσιν, ἐὰν δέ τις, ὃν ἂν γνῷ καλόν τε κἀγαθὸν ἐραστὴν ὄντα, τοῦτον φίλον ἑαυτῷ ποιῆται, σώφρονα νομίζομεν: καὶ τὴν σοφίαν ὡσαύτως τοὺς μὲν ἀργυρίου τῷ βουλομένῳ πωλοῦντας σοφιστὰς [ὥσπερ πόρνους] ἀποκαλοῦσιν, ὅστις δὲ ὃν ἂν γνῷ εὐφυᾶ ὄντα διδάσκων ὅ τι ἂν ἔχῃ ἀγαθὸν φίλον ποιεῖται, τοῦτον νομίζομεν, ἃ τῷ καλῷ κἀγαθῷ πολίτῃ προσήκει, ταῦτα ποιεῖν. [14] ἐγὼ δ᾽ οὖν καὶ αὐτός, ὦ Ἀντιφῶν, ὥσπερ ἄλλος τις ἢ ἵππῳ ἀγαθῷ ἢ κυνὶ ἢ ὄρνιθι ἥδεται, οὕτω καὶ ἔτι μᾶλλον ἥδομαι φίλοις ἀγαθοῖς, καὶ ἐάν τι ἔχω ἀγαθόν, διδάσκω, καὶ ἄλλοις συνίστημι παρ᾽ ὧν ἂν ἡγῶμαι ὠφελήσεσθαί τι αὐτοὺς εἰς ἀρετήν: καὶ τοὺς θησαυροὺς τῶν πάλαι σοφῶν ἀνδρῶν, οὓς ἐκεῖνοι κατέλιπον ἐν βιβλίοις γράψαντες, ἀνελίττων κοινῇ σὺν τοῖς φίλοις διέρχομαι, καὶ ἄν τι ὁρῶμεν ἀγαθὸν ἐκλεγόμεθα: καὶ μέγα νομίζομεν κέρδος, ἐὰν ἀλλήλοις φίλοι γιγνώμεθα. ἐμοὶ μὲν δὴ ταῦτα ἀκούοντι ἐδόκει αὐτός τε μακάριος εἶναι καὶ τοὺς ἀκούοντας ἐπὶ καλοκἀγαθίαν ἄγειν. [15]

καὶ πάλιν ποτὲ τοῦ Ἀντιφῶντος ἐρομένου αὐτόν, πῶς ἄλλους μὲν ἡγεῖται πολιτικοὺς ποιεῖν, αὐτὸς δ᾽ οὐ πράττει τὰ πολιτικά, εἴπερ ἐπίσταται: ποτέρως δ᾽ ἄν, ἔφη, ὦ Ἀντιφῶν, μᾶλλον τὰ πολιτικὰ πράττοιμι, εἰ μόνος αὐτὰ πράττοιμι ἢ εἰ ἐπιμελοίμην τοῦ ὡς πλείστους ἱκανοὺς εἶναι πράττειν αὐτά; 7.

ἐπισκεψώμεθα δὲ εἰ καὶ ἀλαζονείας ἀποτρέπων τοὺς συνόντας ἀρετῆς ἐπιμελεῖσθαι προέτρεπεν: ἀεὶ γὰρ ἔλεγεν ὡς οὐκ εἴη καλλίων ὁδὸς ἐπ᾽ εὐδοξίαν ἢ δι᾽ ἧς ἄν τις ἀγαθὸς τοῦτο γένοιτο, <ὃ> καὶ δοκεῖν βούλοιτο. ὅτι δ᾽ ἀληθῆ ἔλεγεν, ὧδ᾽ ἐδίδασκεν: [2] ἐνθυμώμεθα γάρ, ἔφη, εἴ τις μὴ ὢν ἀγαθὸς αὐλητὴς δοκεῖν βούλοιτο, τί ἂν αὐτῷ ποιητέον εἴη. ἆρ᾽ οὐ τὰ ἔξω τῆς τέχνης μιμητέον τοὺς ἀγαθοὺς αὐλητάς; καὶ πρῶτον μέν, ὅτι ἐκεῖνοι σκεύη τε καλὰ κέκτηνται καὶ ἀκολούθους πολλοὺς περιάγονται, καὶ τούτῳ ταῦτα ποιητέον: ἔπειτα, ὅτι ἐκείνους πολλοὶ ἐπαινοῦσι, καὶ τούτῳ πολλοὺς ἐπαινέτας παρασκευαστέον. ἀλλὰ μὴν ἔργον γε οὐδαμοῦ ληπτέον, ἢ εὐθὺς ἐλεγχθήσεται γελοῖος ὢν καὶ οὐ μόνον αὐλητὴς κακός, ἀλλὰ καὶ ἄνθρωπος ἀλαζών. καίτοι πολλὰ μὲν δαπανῶν, μηδὲν δ᾽ ὠφελούμενος, πρὸς δὲ τούτοις κακοδοξῶν, πῶς οὐκ ἐπιπόνως τε καὶ ἀλυσιτελῶς καὶ καταγελάστως βιώσεται; [3] ὣς δ᾽ αὔτως εἴ τις βούλοιτο στρατηγὸς ἀγαθὸς μὴ ὢν φαίνεσθαι ἢ κυβερνήτης, ἐννοῶμεν τί ἂν αὐτῷ συμβαίνοι. ἆρ᾽ οὐκ ἄν, εἰ μὲν ἐπιθυμῶν τοῦ δοκεῖν ἱκανὸς εἶναι ταῦτα πράττειν μὴ δύναιτο πείθειν, τοῦτ᾽ εἴη λυπηρόν, εἰ δὲ πείσειεν, ἔτι ἀθλιώτερον; δῆλον γὰρ ὅτι κυβερνᾶν κατασταθεὶς ὁ μὴ ἐπιστάμενος ἢ στρατηγεῖν ἀπολέσειεν ἂν οὓς ἥκιστα βούλοιτο καὶ αὐτὸς αἰσχρῶς ἂν καὶ κακῶς ἀπαλλάξειεν. [4] ὡσαύτως δὲ καὶ τὸ πλούσιον καὶ τὸ ἀνδρεῖον καὶ τὸ ἰσχυρὸν μὴ ὄντα δοκεῖν ἀλυσιτελὲς ἀπέφαινε: προστάττεσθαι γὰρ αὐτοῖς ἔφη μείζω ἢ κατὰ δύναμιν, καὶ μὴ δυναμένους ταῦτα ποιεῖν, δοκοῦντας ἱκανοὺς εἶναι, συγγνώμης οὐκ ἂν τυγχάνειν. [5] ἀπατεῶνα δ᾽ ἐκάλει οὐ μικρὸν μὲν οὐδ᾽ εἴ τις ἀργύριον ἢ σκεῦος παρά του πειθοῖ λαβὼν ἀποστεροίη, πολὺ δὲ μέγιστον ὅστις μηδενὸς ἄξιος ὢν ἐξηπατήκοι πείθων ὡς ἱκανὸς εἴη τῆς πόλεως ἡγεῖσθαι. ἐμοὶ μὲν οὖν ἐδόκει καὶ τοῦ ἀλαζονεύεσθαι ἀποτρέπειν τοὺς συνόντας τοιάδε διαλεγόμενος.

Labels: